Humanitext Reader

普鲁塔克 · 大加图传 §21.1-21.8

对奴隶的严苛管束与逐利的生财之道

第 21 段,共 27 段 · 希腊语

内容简介

本章节描述了卡托对家奴严苛且冷酷的管理方式,他通过海上高利贷、奴隶贩卖等手段进行的无情而务实的蓄财活动,以及他认为唯有增加继承家产才配称作真正男人的独特哲学。

§21.1οἰκέτας δὲ πολλοὺς ἐκτᾶτο, τῶν αἰχμαλώτων ὠνούμενος μάλιστα τοὺς μικροὺς καὶ δυναμένους ἔτι τροφὴν καὶ παίδευσιν ὡς σκύλακας ἢ πώλους ἐνεγκεῖν.
他占有了许多奴隶,在战俘中尤其购买那些年纪尚小、像小狗或小马一样仍能接受抚养和训练的孩子。
τούτων οὐδεὶς εἰσῆλθεν εἰς οἰκίαν ἑτέραν, εἰ μὴ πέμψαντος αὐτοῦ Κάτωνος ἢ τῆς γυναικός.
这些人中,除非是卡托本人或他的妻子派去的,否则谁也不能进入别人的家。
ὁ δʼ ἐρωτηθεὶς, τί πράττοι Κάτων, οὐδὲν ἀπεκρίνετο πλὴν ἀγνοεῖν.
当被问及卡托在做什么时,奴隶除了回答说不知道以外,什么也不说。
§21.2ἔδει δὲ ἢ πράττειν τι τῶν ἀναγκαίων οἴκοι τὸν δοῦλον ἢ καθεύδειν καὶ σφόδρα τοῖς κοιμωμένοις ὁ Κάτων ἔχαιρε, πρᾳοτέρους τε τῶν ἐγρηγορότων νομίζων καὶ πρὸς ὁτιοῦν βελτίονας χρῆσθαι τῶν δεομένων ὕπνου τοὺς ἀπολελαυκότας, οἰόμενος δὲ τὰ μέγιστα ῥᾳδιουργεῖν ἀφροδισίων ἕνεκα τοὺς δούλους ἔταξεν ὡρισμένου νομίσματος ὁμιλεῖν ταῖς θεραπαινίσιν, ἑτέρᾳ δὲ γυναικὶ μηδένα πλησιάζειν.
奴隶要么必须在家里做些必要的活,要么就必须睡觉。 卡托非常喜欢那些睡觉的人,认为他们比清醒的人更温顺,而那些享受过睡眠的人,在任何事情上都比那些需要睡眠的人更好使。 他又认为奴隶会因为情欲而做出最坏的坏事,于是规定他们付一定的费用与女奴私通,但任何人不得接近其他女人。
§21.3ἐν ἀρχῇ μὲν οὖν ἔτι πένης ὢν καὶ στρατευόμενος πρὸς οὐδὲν ἐδυσκόλαινε τῶν περὶ δίαιταν, ἀλλʼ αἴσχιστον ἀπέφαινε διὰ γαστέρα πρὸς οἰκέτην ζυγομαχεῖν.
因此,在起初,当他仍然贫穷并服兵役时,他对有关生活起居的任何事情都不抱怨,反而表明,为了肚子与仆人争吵是最可耻的。
ὕστερον δὲ τῶν πραγμάτων ἐπιδιδόντων ποιούμενος ἑστιάσεις φίλων καὶ συναρχόντων ἐκόλαζεν εὐθὺς μετὰ τὸ δεῖπνον ἱμάντι τοὺς ἀμελέστερον ὑπουργήσαντας ὁτιοῦν ἢ σκευάσαντας.
但后来,随着他的财富增加,当他设宴招待朋友和同僚时,他会在晚餐后立即用皮鞭惩罚那些在伺候或准备食物时有任何疏忽的人。
§21.4ἀεὶ δέ τινα στάσιν ἔχειν τοὺς δούλους ἐμηχανᾶτο καὶ διαφορὰν πρὸς ἀλλήλους, ὑπονοῶν τὴν ὁμόνοιαν αὐτῶν καὶ δεδοικώς.
他总是设线在奴隶之间挑起某种不和与争执,因为他怀疑并害怕他们和睦相处。
τοὺς δʼ ἄξιον εἰργάσθαι τι θανάτου δόξαντας ἐδικαίου κριθέντας ἐν τοῖς οἰκέταις πᾶσιν ἀποθνῄσκειν, εἰ καταγνωσθεῖεν.
对于那些被认为犯有该死之罪的奴隶,他主张在所有家奴中进行审判,如果被定罪,就处以死刑。
§21.5ἁπτόμενος δὲ συντονώτερον πορισμοῦ τὴν μὲν γεωργίαν μᾶλλον ἡγεῖτο διαγωγὴν ἢ πρόσοδον, εἰς δʼ ἀσφαλῆ πράγματα καὶ βέβαια κατατιθέμενος τὰς ἀφορμάς ἐκτᾶτο λίμνας, ὕδατα θερμά, τόπους κναφεῦσιν ἀνειμένους, ἔργα πίσσια, χώραν ἔχουσαν αὐτοφυεῖς νομὰς καὶ ὕλας, ἀφʼ ὧν αὐτῷ χρήματα προσῄει πολλὰ μηδʼ ὑπὸ τοῦ Διός, ὥς φησὶν αὐτός, βλαβῆναι δυναμένων.
当他更积极地致力于谋生蓄财时,他认为农业与其说是收入来源,不如说是一种消遣;他将资金投入到安全稳妥的产业中,购置了水池、温泉、租给漂布工的场所、沥青厂,以及拥有天然牧场和森林的土地。 这些产业为他带来了丰厚的收入,正如他自己所说,这些即使是朱庇特也无法损害。
§21.6ἐχρήσατο δὲ καὶ τῷ διαβεβλημένῳ μάλιστα τῶν δανεισμῶν ἐπὶ ναυτικοῖς τὸν τρόπον τοῦτον, ἐκέλευε τοὺς δανειζομένους ἐπὶ κοινωνίᾳ πολλοὺς παρακαλεῖν, γενομένων δὲ πεντήκοντα καὶ πλοίων τοσούτων αὐτὸς εἶχε μίαν μερίδα διὰ Κουϊντίωνος ἀπελευθέρου τοῖς δανειζομένοις συμπραγ ματ ευ ο μὲν ου καὶ συμπλέοντος.
还以如下方式参与了最受谴责的海上高利贷:他要求借款人联合许多合伙人,当人数达到五十人、船只也有五十艘时,他自己通过释放奴隶昆提奥在其中占有一股,而昆提奥则与借款人一起经商并随船航行。
ἦν δʼ οὖν οὐκ εἰς ἅπαν ὁ κίνδυνος, ἀλλʼ εἰς μέρος μικρὸν ἐπὶ κέρδεσι μεγάλοις.
因此,风险并非全部,而是以一小部分承担,以换取巨大的利润。
§21.7ἐδίδου δὲ καὶ τῶν οἰκετῶν τοῖς βουλομένοις ἀργύριον οἱ δʼ ἐωνοῦντο παῖδας, εἶτα τούτους ἀσκήσαντες καὶ διδάξαντες ἀναλώμασι τοῦ Κάτωνος μετʼ ἐνιαυτὸν ἀπεδίδοντο.
他还向那些愿意借钱的奴隶提供资金。 他们用这笔钱购买男童,然后用卡托的费用对他们进行培训和教育,一年后将他们卖掉。
πολλοὺς δὲ καὶ κατεῖχεν ὁ Κάτων, ὅσην ὁ πλείστην διδοὺς ἐωνεῖτο τιμὴν ὑπολογιζόμενος.
卡托也留下了许多这样的男童,在结算时扣除别人出过的最高价格来买下他们。
§21.8προτρέπων δὲ τὸν υἱὸν ἐπὶ ταῦτα φησὶν οὐκ ἀνδρός, ἀλλὰ χήρας γυναικὸς εἶναι τὸ μειῶσαί τι τῶν ὑπαρχόντων.
他以此激励自己的儿子,说减少家产不是男人的所为,而是未亡人的所为。
ἐκεῖνο δʼ ἤδη σφοδρότερον τοῦ Κάτωνος, ὅτι θαυμαστὸν ἄνδρα καὶ θεῖον εἰπεῖν ἐτόλμησε πρὸς δόξαν, ὃς ἀπολείπει πλέον ἐν τοῖς λόγοις ὃ προσέθηκεν οὗ παρέλαβεν.
而卡托更过激的言论是,他竟敢宣称,就名声而言,那个在账目上留下自己增加的部分多于继承的部分的人,才是令人惊叹和神圣的人。

词汇与语法注释

  1. §21.1ἐνεγκεῖν — 动词 φέρω 的不规则不定过去时不定式,此处与 δυναμένους 连用,表示“接受”或“耐受”(养育和驯化)。
  2. §21.2τοὺς ἀπολελαυκότας — 动词 ἀπολαύω 的完成时主动分词宾格复数,意为“充分享受了(睡眠)的人”,作为不定式的主语,由 νομίζων 控制。
  3. §21.7ὅσην ὁ πλείστην διδοὺς ἐωνεῖτο τιμὴν — 关系代词 ὅσην 将先行词 τιμὴν 吸收到从句内部的结构。直译为“卡托以(其他买家中)出价最高者所给出的最高价格买下他们”。
  4. §21.8ὃ προσέθηκεν οὗ παρέλαβεν — 关系代词 ὃ 与另一个先行词省略且同化为属格的关系代词 οὗ(即 ἐκείνου ὃ)的组合。表达了“在他继承所得之物(οὗ παρέλαβεν)之上由他追加的部分(ὃ προσέθηκεν)”。

引用这一段

普鲁塔克, 大加图传 §21.1-21.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:21.1-21.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。