Humanitext Reader

普鲁塔克 · 大加图传 §20.1-20.8

卡托的治家之道与对儿子的亲力教育

第 20 段,共 27 段 · 希腊语

内容简介

本章节详细叙述了卡托作为丈夫和父亲在家庭中的卓越教育方针。他拒绝依靠奴隶,亲自传授儿子学识、体育和法律。这种严厉而充满关怀的教育取得了极大的成功,其子在战场上表现英勇并最终与名门望族联姻。

§20.1γέγονε δὲ καὶ πατὴρ ἀγαθὸς καὶ περὶ γυναῖκα χρηστὸς ἀνὴρ καὶ χρηματιστὴς οὐκ εὐκαταφρόνητος οὐδʼ ὥς τι μικρὸν ἢ φαῦλον ἐν παρέργῳ μεταχειρισάμενος τὴν τοιαύτην ἐπιμέλειαν.
他也是一位好父亲,对妻子而言是一位好丈夫,同时也是一个不可轻视的理财家,从未把这种家务管理当作琐碎或无足轻重的副业来敷衍。
ὅθεν οἴομαι δεῖν καὶ περὶ τούτων ὅσα καλῶς ἔχει διελθεῖν γυναῖκα μὲν εὐγενεστέραν ἢ πλουσιωτέραν ἔγημεν, ἡγούμενος ὁμοίως μὲν ἀμφοτέρας ἔχειν βάρος καὶ φρόνημα, τὰς δὲ γενναίας αἰδουμένας τὰ αἰσχρὰ μᾶλλον ὑπηκόους εἶναι πρός τὰ καλὰ τοῖς γεγαμηκόσι.
因此,我认为有必要叙述一下在这些方面那些值得称道的事迹。 他娶了一位出身高贵而非富有资产的妻子,因为他认为,尽管这两种女性同样具有某种傲慢和脾气,但出身高贵的女子更以丑事为耻,因而更容易在美德方面顺从丈夫。
§20.2τὸν δὲ τύπτοντα γαμετὴν ἢ παῖδα τοῖς ἁγιωτάτοις ἔλεγεν ἱεροῖς προσφέρειν τὰς χεῖρας, ἐν ἐπαίνῳ δὲ μείζονι τίθεσθαι τὸ γαμέτην ἀγαθὸν ἢ τὸ μέγαν εἶναι συγκλητικόν ἐπεὶ καὶ Σωκράτους οὐδὲν ἄλλο θαυμάζειν τοῦ παλαιοῦ πλὴν ὅτι γυναικὶ χαλεπῇ καὶ παισὶν ἀποπλήκτοις χρώμενος ἐπιεικῶς καὶ πρᾴως διετέλεσε, γενομένου δὲ τοῦ παιδὸς οὐδὲν ἦν ἔργον οὕτως ἀναγκαῖον, εἰ μή τι δημόσιον, ὡς μὴ παρεῖναι τῇ γυναικὶ λουούσῃ τὸ βρέφος καὶ σπαργανούσῃ.
他常说,殴打妻子或孩子的人,就是把手伸向了最神圣的圣物;他认为做一个好丈夫比做一个伟大的元老院议员更值得称赞。 因为他甚至对古时的苏格拉底也别无所爱,唯独赞赏他在面对脾气暴躁的妻子和愚钝的孩子时,仍能始终保持宽厚与温和。 而当他的儿子出生后,除了某种公事之外,没有任何事情是如此紧迫,以至于能让他不陪伴在正在给婴儿沐浴和裹衣的妻子身边。
§20.3αὐτὴ γὰρ ἔτρεφεν ἰδίῳ γάλακτι· πολλάκις δὲ καὶ τὰ τῶν δούλων παιδάρια τῷ μαστῷ προσιεμένη κατεσκεύαζεν εὔνοιαν ἐκ τῆς συντροφίας πρός τὸν υἱόν.
因为她自己用母乳哺育孩子;她还经常让奴隶的孩子也吃自己的奶,以便通过共同成长来培养他们对她儿子的好感。
ἐπεὶ δὲ ἤρξατο συνιέναι, παραλαβὼν αὐτὸς ἐδίδασκε γράμματα, καίτοι χαρίεντα δοῦλον εἶχε γραμματιστὴν ὄνομα Χίλωνα, πολλοὺς διδάσκοντα παῖδας.
当孩子开始懂事时,卡托便亲自接管并教他识字,尽管他有一个名叫希隆的、非常有才华的奴隶担任家庭教师,而且这个奴隶还教着许多孩子。
§20.4οὐκ ἠξίου δὲ τὸν υἱόν, ὥς φησιν αὐτός, ὑπὸ δούλου κακῶς ἀκούειν ἢ τοῦ ὠτὸς ἀνατείνεσθαι μανθάνοντα βράδιον, οὐδέ γε μαθήματος τηλικούτου τῷ δούλῳ χάριν ὀφείλειν, ἀλλʼ αὐτὸς μὲν ἦν γραμματιστής, αὐτὸς δὲ νομοδιδάκτης, αὐτὸς δὲ γυμναστής, οὐ μόνον ἀκοντίζειν οὐδʼ ὁπλομαχεῖν οὐδʼ ἱππεύειν διδάσκων τὸν υἱόν, ἀλλὰ καὶ τῇ χειρὶ πὺξ παίειν καὶ καῦμα καὶ ψῦχος ἀνέχεσθαι καὶ τὰ δινώδη καὶ τραχύνοντα τοῦ ποταμοῦ διανηχόμενον ἀποβιάζεσθαι.
正如他自己所说,他不赞成自己的儿子因为学得慢而受到奴隶的责骂或被拉耳朵,也不希望儿子为如此重大的教育而对奴隶心存感激;因此,他自己担任字师,自己担任律法教师,自己担任体育教练,不仅教儿子投掷标枪、持械格斗和骑马,还教他用拳头击打、忍耐酷暑与严寒,并游过河流中湍急而多漩涡的部分以克服险阻。
§20.5καὶ τὰς ἱστορίας δὲ συγγράψαι φησὶν αὐτὸς ἰδίᾳ χειρὶ καὶ μεγάλοις γράμμασιν, ὅπως οἴκοθεν ὑπάρχοι τῷ παιδὶ πρός ἐμπειρίαν τῶν παλαιῶν καὶ πατρίων ὠφελεῖσθαι τὰ δʼ αἰσχρὰ τῶν ῥημάτων οὐχ ἧττον εὐλαβεῖσθαι τοῦ παιδὸς παρόντος ἢ τῶν ἱερῶν παρθένων, ἃς Ἑστιάδας καλοῦσι συλλούσασθαι δὲ μηδέποτε.
他还说,他自己亲手用大字书写了历史,以便儿子在家中就能获得了解古代和祖国传统的益处。 在儿子面前,他像在被称为维斯塔的贞洁修女面前一样,小心翼翼地避免说出任何粗俗的话。 他也从不与儿子一起沐浴。
καὶ τοῦτο κοινὸν ἔοικε Ῥωμαίων ἔθος εἶναι· καὶ γὰρ πενθεροὶ γαμβροῖς ἐφυλάττοντο συλλούεσθαι, δυσωπούμενοι τὴν ἀποκάλυψιν καὶ γύμνωσιν.
这似乎是罗马人的共同习俗;因为即使是岳父也会避免与女婿一起沐浴,对在彼此面前赤身裸体感到羞耻。
§20.6εἶτα μέντοι παρʼ Ἑλλήνων τὸ γυμνοῦσθαι μαθόντες, αὐτοὶ πάλιν τοῦ καὶ μετὰ γυναικῶν τοῦτο πράσσειν ἀναπεπλήκασι τοὺς Ἕλληνας.
然而后来,他们从希腊人那里学会了赤身裸体,反过来,他们又以与妇女共同沐浴的习俗传染了希腊人。
οὕτω δὲ καλὸν ἔργον εἰς ἀρετὴν τῷ Κάτωνι πλάττοντι καὶ δημιουργοῦντι τὸν υἱόν, ἐπεὶ τὰ τῆς προθυμίας ἦν ἄμεμπτα καὶ διʼ εὐφυΐαν ὑπήκουεν ἡ ψυχή, τὸ δὲ σῶμα μαλακώτερον ἐφαίνετο τοῦ πονεῖν, ὑπανῆκεν αὐτῷ τὸ σύντονον ἄγαν καὶ κεκολασμένον τῆς διαίτης.
卡托在塑造和培养儿子走向美德的过程中,做出了如此优美的成果。 由于儿子的热情无可挑剔,其心灵也因天资聪颖而十分驯顺,但其身体似乎过于柔弱而无法承受劳苦,因此卡托为他放宽了过于紧张和严苛的生活规律。
§20.7ὁ δέ, ὁ δέ, καίπερ οὕτως ἔχων, ἀνὴρ ἀγαθὸς ἦν ἐν ταῖς στρατείαις, καὶ τὴν πρός Περσέα μάχην ἠγωνίσατο λαμπρῶς Παύλου στρατηγοῦντος.
然而,尽管身体如此,他在出征中仍是一个勇敢的战士,并在保卢斯任统帅时与珀尔修斯的战斗中表现英勇。
εἶτα μέντοι τοῦ ξίφους ἐκκρουσθέντος ὑπὸ πληγῆς ἢ διʼ ὑγρότητα τῆς χειρὸς ἐξολισθόντος ἀχθεσθεὶς τρέπεται πρός τινας τῶν συνήθων, καὶ παραλαβὼν ἐκείνους αὖθις εἰς τοὺς πολεμίους ἐνέβαλε.
后来,由于受到打击,他的剑被震飞,或者因为手上的汗水而滑落,他为此深感懊恼,便转向几位同伴,带着他们再次冲入敌阵。
πολλῷ δʼ ἀγῶνι καὶ βίᾳ μεγάλῃ διαφωτίσας τὸν τόπον ἀνεῦρε μόγις ἐν πολλοῖς σάγμασιν ὅπλων καὶ σώμασι νεκρῶν ὁμοῦ φίλων τε καὶ πολεμίων κατασεσωρευμένων.
经过一番激烈的搏斗和巨大的努力,他清理了那个地方,好不容易才在层层叠叠的武器、以及朋友和敌人的尸体堆中找到了自己的剑。
§20.8ἐφʼ ᾧ καὶ Παῦλος ὁ στρατηγὸς ἠγάσθη τὸ μειράκιον, καὶ Κάτωνος αὐτοῦ φέρεταί τις ἐπιστολὴ πρός τὸν υἱόν ὑπερφυῶς ἐπαινοῦντος τὴν περὶ τὸ ξίφος φιλοτιμίαν αὐτοῦ καὶ σπουδήν.
对此,统帅保卢斯也十分赞赏这个年轻人,并且卡托自己写给儿子的一封信也流传至今,信中极力赞美了他为了寻回那柄剑所展现出的荣誉感和热忱。
ὕστερον δὲ καὶ Παύλου θυγατέρα Τερτίαν ἔγημεν ὁ νεανίας, ἀδελφὴν Σκηπίωνος, οὐχ ἧττον ἤδη διʼ αὑτὸν ἢ τὸν πατέρα καταμιγνύμενος εἰς γένος τηλικοῦτον.
后来,这个年轻人还娶了保卢斯的女儿、西庇阿的妹妹特尔提娅,如今他能融入如此伟大的家族,不仅仅是因为他的父亲,同样也是因为他自己。
ἡ μὲν οὖν περὶ τὸν υἱὸν ἐπιμέλεια τοῦ Κάτωνος ἄξιον ἔσχεν τέλος.
因此,卡托对儿子的教育得到了值得的回报。

词汇与语法注释

  1. 20.1γυναῖκα μὲν εὐγενεστέραν ἢ πλουσιωτέραν ἔγημεν — 比较级词组 εὐγενεστέραν 与 πλουσιωτέραν 通过比较连词 ἤ 连接,表示“娶了出身高贵而非富有的女子”。
  2. 20.2ἐπεὶ καὶ Σωκράτους οὐδὲν ἄλλο θαυμάζειν — 在由原因连词 ἐπεί 引导的从句中,不定式 θαυμάζειν 用于间接引语中且主语(卡托)被省略,而 Σωκράτους 则是该动词的属格宾语,表示赞赏的对象。
  3. 20.4ὑπό δούλου κακῶς ἀκούειν — 短语 κακῶς ἀκούειν 是一个具有被动意义的惯用表达,意为“(受到某人)责骂、非难”(与 ὑπό + 属格连用)。此处作为带对格的不定式(A.C.I.)结构的一部分,逻辑主语为 τὸν υἱόν。
  4. 20.6ὑπανῆκεν αὐτῷ τὸ σύντονον — 主句动词 ὑπανῆκεν(ὑπανίημι 的不定过去时)的主语是卡托,与格代词 αὐτῷ 意为“为他(儿子)”,而对格短语 τὸ σύντονον... 作其直接宾语。

引用这一段

普鲁塔克, 大加图传 §20.1-20.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:20.1-20.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。