§1.1Μάρκῳ δὲ Κάτωνί φασιν ἀπὸ Τούσκλου τὸ γένος εἶναι, δίαιταν δὲ καὶ βίον ἔχειν πρὸ τῶν στρατειῶν καὶ τῆς πολιτείας ἐν χωρίοις πατρῴοις περὶ Σαβίνους, τῶν δὲ προγόνων παντάπασιν ἀγνώστων γεγονέναι δοκούντων αὐτὸς ὁ Κάτων καὶ τὸν πατέρα Μᾶρκον ὡς ἀγαθὸν ἄνδρα καὶ στρατιωτικὸν ἐπαινεῖ, καὶ Κάτωνα τὸν πρόπαππον ἀριστείων πολλάκις τυχεῖν φησὶ καὶ πέντε πολεμιστὰς ἵππους ἐν μάχαις ἀποβαλόντα τὴν τιμὴν ἀπολαβεῖν ἐκ τοῦ δημοσίου διʼ ἀνδραγαθίαν.
据说马可·加图的家族源自图斯库鲁姆,但在服兵役和参政之前,他在萨宾附近的父祖领地上生活和居住。 尽管他的先祖被认为完全寂寂无名,但加图自己称赞他的父亲马可是个优秀且富有军人气质的人,并说他的曾祖父加图曾多次获得武勋,并在战斗中失去了五匹战马,却因英勇而从国库中获得了赔偿。
§1.2εἰωθότων δὲ τῶν Ῥωμαίων τοὺς ἀπὸ γένους μὲν δόξαν οὐκ ἔχοντας, ἀρχομένους δὲ γνωρίζεσθαι διʼ αὑτῶν καινοὺς προσαγορεύειν ἀνθρώπους, ὥσπερ καὶ τὸν Κάτωνα προσηγόρευον, αὐτὸς ἔλεγε καινὸς εἶναι πρὸς ἀρχὴν καὶ δόξαν, ἔργοις δὲ προγόνων καὶ ἀρεταῖς παμπάλαιος, ἐκαλεῖτο δὲ τῷ τρίτῳ τῶν ὀνομάτων πρότερον οὐ Κάτων, ἀλλὰ Πρῖσκος, ὕστερον δὲ τὸν Κάτωνα τῆς δυνάμεως ἐπώνυμον ἔσχε Ῥωμαῖοι γὰρ τὸν ἔμπειρον κάτον ὀνομάζουσιν.
罗马人习惯于把那些并非出身名门、但凭自身努力而开始为人所知的人称为“新人”——他们也确实这样称呼加图——他自己也说,在官职和名声方面,他是“新人”,但在先祖的功绩和美德上,他却是古老而显赫的。 他以前不叫加图,而是被称呼为第三个名字“普里斯库斯”,后来由于他的能力,他得到了“加图”这一称号;因为罗马人把经验丰富的人称为“卡图斯”。
§1.3ἦν δὲ τὸ μὲν εἶδος ὑπόπυρρος καὶ γλαυκός, ὡς ὁ ποιήσας τὸ ἐπιγραμμάτιον οὐκ εὐμενῶς παρεμφαίνει
"
πυρρόν, πανδακέτην, γλαυκόμματον, οὐδὲ θανόντα
Πόρκιον εἰς ἀίδην Φερσεφόνη δέχεται.
他的外貌是红发和灰蓝眼睛的,正如那首墓志铭的作者怀着恶意所暗示的那样: "红发、咬碎一切、青眼,波尔基乌斯即便是死,珀耳塞福涅也不将他收入冥府。
"
τὴν δὲ τοῦ σώματος ἕξιν αὐτουργίᾳ καὶ διαίτῃ σώφρονι καὶ στρατείαις ἀπʼ ἀρχῆς συντρόφου γεγονότος πάνυ χρηστικὴν εἶχε, καὶ πρὸς ἰσχὺν καὶ πρὸς ὑγίειαν ὁμαλῶς συνεστῶσαν.
"至于他的身体状况,因为他从一开始就习惯于体力劳动、节制的饮食和兵营生活,所以拥有非常健壮的体魄,在力量和健康两方面都保持着极好的平衡。
§1.4τὸν δὲ λόγον, ὥσπερ δεύτερον σῶμα καὶ τῶν καλῶν, οὐ μόνον τῶν ἀναγκαίων ὄργανον ἀνδρὶ μὴ ταπεινῶς βιωσομένῳ μηδʼ ἀπράκτως, ἐξηρτύετο καὶ παρεσκεύαζεν ἐν ταῖς περιοικίσι κώμαις καὶ τοῖς πολιχνίοις ἑκάστοτε συνδικῶν τοῖς δεομένοις καὶ πρῶτον μὲν ἀγωνιστὴς εἶναι δοκῶν πρόθυμος, εἶτα καὶ ῥήτωρ ἱκανός, ἐκ δὲ τούτου μᾶλλον τοῖς χρωμένοις κατεφαίνετο βάρος τι καὶ φρόνημα περὶ αὐτὸν ἤθους πραγμάτων μεγάλων καὶ πολιτείας δεόμενον ἡγεμονικῆς.
他把雄辩术看作是人的第二肉体,对于不想卑微或无所事事地度过一生的人来说,这不仅是必需的,更是追求高尚事业的工具,因此他在邻近的村庄和小镇上,通过每次为有需要的人辩护来磨练和准备。 首先他被认为是一个热心的辩护者,继而被认为是一个优秀的演说家,由此,与他相处的人更清楚地看出他身上有一种厚重和高尚的心志,需要伟大的事业和主导性的政治生活。
§1.5οὐ γὰρ μόνον, ὡς ἔοικε, μισθαρνίας καθαρὸν ἑαυτὸν ἐπὶ τὰς δίκας καὶ τοὺς ἀγῶνας παρεῖχεν, ἀλλʼ οὐδὲ τὴν δόξαν ὡς μέγιστον ἀγαπῶν ἐφαίνετο τὴν ἀπὸ τῶν τοιούτων ἀγώνων, πολὺ δὲ μᾶλλον ἐν ταῖς μάχαις ταῖς πρὸς τοὺς πολεμίους καὶ ταῖς στρατείαις βουλόμενος εὐδοκιμεῖν ἔτι μειράκιον ὢν τραυμάτων τὸ σῶμα μεστὸν ἐναντίων εἶχε.
因为,显而易见,他不仅在诉讼和法庭斗争中保持自身廉洁、不取分文,而且似乎也没有把这种斗争中获得的名声视为最大的追求,而是更渴望在与敌人的战斗和军事行动中赢得声誉。 当他还是个青年时,他的身体前面就布满了伤口。
§1.6φησὶ γὰρ αὐτὸς ἑπτακαίδεκα γεγονὼς ἔτη τὴν πρώτην στρατεύσασθαι στρατείαν περὶ ὃν Ἀννίβας χρόνον εὐτυχῶν ἐπέφλεγε τὴν Ἰταλίαν.
因为他自己说,他在十七岁时第一次参军,当时汉尼拔正处于顺利之时,横扫并焚烧着意大利。
παρεῖχε δʼ αὑτὸν ἐν ταῖς μάχαις τῇ μὲν χειρὶ πλήκτην, τῷ δὲ ποδὶ μόνιμον καὶ βέβαιον, γαῦρον δὲ τῷ προσώπῳ· λόγου δʼ ἀπειλῇ καὶ τραχύτητι φωνῆς πρὸς τοὺς πολεμίους ἐχρῆτο, ὀρθῶς καὶ διανοούμενος καὶ διδάσκων, ὅτι πολλάκις τὰ τοιαῦτα τοῦ ξίφους μᾶλλον καταπλήττεται τοὺς ἐναντίους.
在战斗中,他出手沉重,双脚站立稳固坚定,神色傲然而坚毅;他用威胁性的言辞和粗暴的声音对待敌人,正确地认为并教导人们:这些举动往往比利剑更容易让敌人胆寒。
§1.7ἐν δὲ ταῖς πορείαις αὐτὸς ἐβάδιζε φέρων τὰ ὅπλα, καὶ θεράπων εἷς εἵπετο τὰ πρὸς δίαιταν αὐτῷ κομίζων, ᾧ λέγεται μηδέποτε δυσκολᾶναι μηδὲ μέμψασθαι παραθέντι ἄριστον ἢ δεῖπνον, ἀλλὰ καὶ συλλαμβάνειν αὐτὸς τὰ πλεῖστα καὶ συμπαρασκευάζειν ἀπὸ τῶν στρατιωτικῶν γενόμενος ἔργων, ὕδωρ δʼ ἔπινεν ἐπὶ στρατείας, πλὴν εἴποτε διψήσας περιφλεγῶς ὄξος αἰτήσειεν ἢ τῆς ἰσχύος ἐνδιδούσης ἐπιλάβοι μικρὸν οἰνάριον.
在行军中,他亲自携带武器步行,只有一名仆人跟着他抬运食物,据说他从未对这位仆人发脾气,也从未在仆人呈上早餐或晚餐时抱怨,相反,在从军事劳作中回来后,他自己还会帮忙做大部分事情,并协助准备。 在军中他只喝水,除非有时口渴难耐而索要一点醋,或者在体力不支时喝一点廉价的葡萄酒。