§18.1ἤνεγκε δέ τινα τῷ Κάτωνι καὶ Λεύκιος ὁ Σκηπίωνος ἀδελφὸς ἐπίφθονον αἰτίαν, θριαμβικὸς ἀνὴρ ἀφαιρεθεὶς ὑπʼ αὐτοῦ τὸν ἵππον· ἔδοξε γὰρ οἷον ἐφυβρίζων Ἀφρικανῷ Σκηπίωνι τεθνηκότι τοῦτο ποιῆσαι.
西庇阿的兄弟卢基乌斯也给卡托带来了一些招致怨恨的指责,因为他虽然是个荣获过凯旋式的人,却被卡托夺去了公有马匹;因为卡托被认为做这件事仿佛是在侮辱已故的阿非利加努斯·西庇阿。
τοὺς δὲ πλείστους ἠνίασε μάλιστά τῇ περικοπῇ τῆς πολυτελείας, ἣν ἄντικρυς μὲν ἀφελέσθαι, νενοσηκότων ἤδη καὶ διεφθαρμένων ὑπʼ αὐτῆς τῶν πολλῶν, ἀδύνατον ἦν, κύκλῳ δὲ περιϊὼν ἠνάγκαζεν ἐσθῆτος, §18.2ὀχήματος, κόσμου γυναικείου, σκευῶν τῶν περὶ δίαιταν, ὧν ἑκάστου τὸ τίμημα δραχμὰς χιλίας καὶ πεντακοσίας ὑπερέβαλλεν, ἀποτιμᾶσθαι τὴν ἀξίαν εἰς τὸ δεκαπλάσιον, βουλόμενος ἀπὸ μειζόνων τιμημάτων αὐτοῖς μείζονας καὶ τὰς εἰσφορὰς εἶναι, καὶ προσετίμησε τρεῖς χαλκοῦς πρὸς τοῖς χιλίοις, ὅπως βαρυνόμενοι ταῖς ἐπιβολαῖς καὶ Τοὺς εὐσταλεῖς καὶ λιτοὺς ὁρῶντες ἀπὸ τῶν ἴσων ἐλάττονα τελοῦντας εἰς τὸ δημόσιον ἀπαγορεύωσιν.
但最让大多数人感到痛苦的是他对应纳税奢侈品的削减。 由于大多数人已经被奢侈之风毒害和腐蚀,想要正面予以废除是不可能的,但卡托通过间接迂回的方式,强迫他们将衣服、车辆、妇女首饰以及生活用具中,凡是每件价值超过一千五百德拉克马的,其估价均按其实际价值的十倍来申报。 他希望通过提高估税额,使他们也承担更高额的财产税,并且在每千钱之上追加征收三枚青铜币的税,以便让他们在税收负担下感到沉重,同时看到那些朴素节俭的人在同等实际财产下向国库缴纳较少的税,从而放弃奢侈生活。
§18.3ἦσαν οὖν αὐτῷ χαλεποὶ μὲν οἱ τὰς εἰσφορὰς διὰ τὴν τρυφὴν ὑπομένοντες, χαλεποὶ δʼ αὖ πάλιν οἱ τὴν τρυφὴν ἀποτιθέμενοι διὰ τὰς εἰσφοράς, πλούτου γὰρ ἀφαίρεσιν οἱ πολλοὶ νομίζουσι τὴν κώλυσιν αὐτοῦ τῆς ἐπιδείξεως, ἐπιδείκνυσθαι δὲ τοῖς περιττοῖς, οὐ τοῖς ἀναγκαίοις.
因此,那些为了享受奢侈而忍受重税的人对他怀恨在心,而那些为了免税而不得不放弃奢侈的人也同样对他心怀怨恨。 因为大多数人认为,禁止炫耀财富就是夺走财富本身,而财富的炫耀在于多余之物,而非必需之物。
ὃ δὴ καὶ μάλιστά φασι τὸν φιλόσοφον Ἀρίστωνα θαυμάζειν, ὅτι Τοὺς τὰ περιττὰ κεκτημένους μᾶλλον ἡγοῦνται μακαρίους ἢ Τοὺς τῶν ἀναγκαίων καὶ χρησίμων εὐποροῦντας.
这正是人们说哲学家阿里斯顿感到最惊异的地方,即人们认为拥有多余之物的人比拥有充足的必需和有用之物的人更加幸福。
§18.4Σκόπας δὲ ὁ Θετταλὸς αἰτουμένου τινὸς τῶν φίλων παρʼ αὐτοῦ τι τοιοῦτον, ὃ μὴ σφόδρα ἦν χρήσιμον ἐκείνῳ, καὶ λέγοντος, ὡς οὐδὲν αἰτεῖ τῶν ἀναγκαίων καὶ χρησίμων
καὶ μὴν ἐγὼ τούτοις
εἶπεν,
εὐδαίμων καὶ πλούσιός εἰμι, τοῖς ἀχρήστοις καὶ περιττοῖς.
色萨利人斯科普斯,当他的一位朋友向他索要某件对他并无大用的东西,并且说自己并没有索要任何必需和有用的东西时, “然而,正是凭借这些东西,他说道, “无用和多余之物,我才是幸福和富有的。
οὕτως ὁ τοῦ πλούτου ζῆλος οὐδενὶ πάθει φυσικῷ συνημμένος ἐκ τῆς ὀχλώδους καὶ θυραίου δόξης ἐπεισόδιός ἐστιν.
” 因此,对财富的狂热追求与任何自然的情感都毫无关联,它完全是由平庸的大众和外界的舆论所引入的外来之物。