§17.1προέγραψε μὲν οὖν ὁ Κάτων τῆς συγκλήτου τὸν συνάρχοντα καὶ φίλον Λεύκιον Οὐαλλέριον Φλάκκον, ἐξέβαλε δὲ τῆς βουλῆς ἄλλους τε συχνοὺς καὶ Λεύκιον Κοΐντιον, ὕπατον μὲν ἑπτὰ πρότερον ἐνιαυτοῖς γεγενημένον, ὃ δʼ ἦν αὐτῷ πρὸς δόξαν ὑπατείας μεῖζον, ἀδελφὸν Τίτου Φλαμινίνου τοῦ καταπολεμήσαντος Φίλιππον.
因此,卡托将他的同僚兼朋友卢基乌斯·瓦莱里乌斯·弗拉克斯登记为元老院之首(首席元老),同时将其他许多人开除出元老院,其中包括七年前担任过执政官的卢基乌斯·昆克蒂乌斯,而卢基乌斯更胜于执政官荣誉的身份,是打败了腓力的大提图斯·弗拉米尼努斯的兄弟。
§17.2αἰτίαν δὲ τῆς ἐκβολῆς ἔσχε τοιαύτην. μειράκιον ἐκ τῆς παιδικῆς ὥρας ἑταιροῦν ἀνειληφὼς ὁ Λεύκιος ἀεὶ Περὶ αὑτὸν εἶχε καὶ συνεπήγετο στρατηγῶν ἐπὶ τιμῆς καὶ δυνάμεως τοσαύτης ὅσην οὐδεὶς εἶχε τῶν πρώτων παρʼ αὐτῷ φίλων καὶ οἰκείων, ἐτύγχανε μὲν οὖν ἡγούμενος ὑπατικῆς ἐπαρχίας·
他被开除的起因如下:卢基乌斯收留了一个自少年时期起就与他有情人关系的青年,并一直带在身边,甚至在统帅军队时也带在身边,给予他的荣誉和权力超过了他身边的任何至交好友和亲属。
ἐν δὲ συμποσίῳ τινὶ τὸ μειράκιον, ὥσπερ εἰώθει, συγκατακείμενον ἄλλην τε κολακείαν ἐκίνει πρὸς ἄνθρωπον ἐν οἴνῳ ῥᾳδίως ἀγόμενον, καὶ φιλεῖν αὑτὸν οὕτως ἔλεγεν
ὥστʼ,
ἔφη,
θέας οὔσης οἴκοι μονομάχων οὐ τεθεαμένος πρότερον ἐξώρμησα πρὸς σέ, καίπερ ἐπιθυμῶν ἰδεῖν ἄνθρωπον σφαττόμενον.
当时,卢基乌斯正担任执政官辖属行省的行省总督;在一次宴会上,那青年像往常一样与他并排躺着,对这个酒后极易被摆布的人极尽谄媚,并说自己非常爱他,以至于他说道: “虽然家里当时有角斗士表演,我以前从未看过,尽管我很想亲眼看看人被宰杀的场景,但我还是急切地动身到你这里来了。
§17.3ὁ δὲ Λεύκιος ἀντιφιλοφρονούμενος
ἀλλὰ τούτου γε χάριν,
εἶπε,
μή μοι κατάκεισο λυπούμενος, ἐγὼ γὰρ ἰάσομαι.
” 卢基乌斯为迎合对方的心意,便说: “那么,不要因为这件事伤心地躺在我身边,我会解决的。
καὶ κελεύσας ἕνα τῶν ἐπὶ θανάτῳ κατακρίτων εἰς τὸ συμπόσιον ἀχθῆναι καὶ τὸν ὑπηρέτην ἔχοντα πέλεκυν παραστῆναι, πάλιν ἠρώτησε τὸν ἐρώμενον, εἰ βούλεται τυπτόμενον θεάσασθαι.
” 于是他下令将一名被判死刑的囚犯带到宴会上,并让拿着斧头的侍从在一旁伺候,然后再次问他的情人是否想看这人被砍。
φήσαντος δὲ βούλεσθαι, προσέταξεν ἀποκόψαι τοῦ ἀνθρώπου τὸν τράχηλον.
当情人说想看时,他便下令砍断了那人的脖子。
§17.4οἱ μὲν οὖν πλεῖστοι ταῦτα ἱστοροῦσι, καὶ ὅ γε Κικέρων αὑτὸν τὸν Κάτωνα διηγούμενον ἐν τῷ Περὶ γήρως διαλόγῳ πεποίηκεν ὁ δὲ Λίβιος αὐτόμολον εἶναί φησι Γαλάτην τὸν ἀναιρεθέντα, τὸν δὲ Λεύκιον οὐ διʼ ὑπηρέτου κτεῖναι τὸν ἄνθρωπον, ἀλλʼ αὑτὸν ἰδίᾳ χειρί, καὶ ταῦτα ἐν λόγῳ γεγράφθαι Κάτωνος.
大多数历史学家都是这样记载的,西塞罗在对话录《论老年》中也让卡托亲自讲述了这个故事。 但李维说,被杀的是一个高卢逃兵,而卢基乌斯并非通过侍从之手杀人,而是亲自动手,且这件事记载在卡托的演说词中。
§17.5ἐκβληθέντος οὖν τοῦ Λευκίου τῆς βουλῆς ὑπὸ τοῦ Κάτωνος, ὁ ἀδελφὸς αὑτοῦ βαρέως φέρων ἐπὶ τὸν δῆμον κατέφυγε καὶ τὴν αἰτίαν ἐκέλευεν εἰπεῖν τὸν Κάτωνα τῆς ἐκβολῆς.
当卢基乌斯被卡托开除出元老院后,他的兄弟感到十分愤慨,向民众申诉,并要求卡托说明开除的理由。
εἰπόντος δὲ καὶ διηγησαμένου τὸ συμπόσιον ἐπεχείρει μὲν ὁ Λεύκιος ἀρνεῖσθαι, προκαλουμένου δὲ τοῦ Κάτωνος εἰς ὁρισμὸν ἀνεδύετο.
在卡托说明理由并详细叙述了那场宴会后,卢基乌斯企图予以否认,但当卡托提出进行司法宣誓决斗时,他退缩了。
§17.6καὶ τότε μὲν ἄξια παθεῖν κατεγνώσθη·
当时,人们认为他受到了应有的惩罚。
θέας δʼ οὔσης ἐν θεάτρῳ τὴν ὑπατικὴν χώραν παρελθὼν καὶ πορρωτάτω που καθεσθεὶς οἶκτον ἔσχε παρὰ τῷ δήμῳ, καὶ βοῶντες ἠνάγκασαν αὑτὸν μετελθεῖν, ὡς ἦν δυνατὸν ἐπανορθούμενοι καὶ θεραπεύοντες τὸ γεγενημένον.
但在剧场举行表演时,他避开执政官级别的席位,坐在了极远的角落,这引起了民意同情,民众大声呼喊,强迫他坐回原来的席位,尽可能地纠正和弥补已经发生的事情。
§17.7ἄλλον δὲ βουλῆς ἐξέβαλεν ὑπατεύσειν ἐπίδοξον ὄντα, Μανίλλιον, ὅτι τὴν αὑτοῦ γυναῖκα μεθʼ ἡμέραν ὁρώσης τῆς θυγατρὸς κατεφίλησεν.
卡托还开除了另一位有望成为执政官的议员马尼利乌斯,因为他在白天当着女儿的面亲吻了自己的妻子。
αὑτῷ δʼ ἔφη τὴν γυναῖκα μηδέποτε πλὴν βροντῆς μεγάλης γενομένης περιπλακῆναι, καὶ μετὰ παιδιᾶς εἰπεῖν αὑτὸν ὡς μακάριός ἐστι τοῦ Διὸς βροντῶντος.
卡托自己则说,除了打大雷的时候,他的妻子从未拥抱过他,并开玩笑说,当朱庇特打雷时,他是最幸福的人。