§17.1προέγραψε μὲν οὖν ὁ Κάτων τῆς συγκλήτου τὸν συνάρχοντα καὶ φίλον Λεύκιον Οὐαλλέριον Φλάκκον, ἐξέβαλε δὲ τῆς βουλῆς ἄλλους τε συχνοὺς καὶ Λεύκιον Κοΐντιον, ὕπατον μὲν ἑπτὰ πρότερον ἐνιαυτοῖς γεγενημένον, ὃ δʼ ἦν αὐτῷ πρὸς δόξαν ὑπατείας μεῖζον, ἀδελφὸν Τίτου Φλαμινίνου τοῦ καταπολεμήσαντος Φίλιππον.
Cato, then, registered his colleague and friend, Lucius Valerius Flaccus, as the first of the senate, but expelled many others from the council, including Lucius Quinctius, who had been consul seven years before, and whose claim to distinction, even greater than his consulship, was that he was the brother of Titus Flamininus, who had conquered Philip.
§17.2αἰτίαν δὲ τῆς ἐκβολῆς ἔσχε τοιαύτην.
The cause of his expulsion was of this kind.
μειράκιον ἐκ τῆς παιδικῆς ὥρας ἑταιροῦν ἀνειληφὼς ὁ Λεύκιος ἀεὶ Περὶ αὑτὸν εἶχε καὶ συνεπήγετο στρατηγῶν ἐπὶ τιμῆς καὶ δυνάμεως τοσαύτης ὅσην οὐδεὶς εἶχε τῶν πρώτων παρʼ αὐτῷ φίλων καὶ οἰκείων, ἐτύγχανε μὲν οὖν ἡγούμενος ὑπατικῆς ἐπαρχίας·
Lucius had taken a youth with whom he had been in a relation of favorite since the youth's boyhood, and kept him always about his person, taking him along when he commanded armies with an honor and power greater than any of his chief friends and relatives had.
ἐν δὲ συμποσίῳ τινὶ τὸ μειράκιον, ὥσπερ εἰώθει, συγκατακείμενον ἄλλην τε κολακείαν ἐκίνει πρὸς ἄνθρωπον ἐν οἴνῳ ῥᾳδίως ἀγόμενον, καὶ φιλεῖν αὑτὸν οὕτως ἔλεγεν
ὥστʼ,
ἔφη,
θέας οὔσης οἴκοι μονομάχων οὐ τεθεαμένος πρότερον ἐξώρμησα πρὸς σέ, καίπερ ἐπιθυμῶν ἰδεῖν ἄνθρωπον σφαττόμενον. §17.3ὁ δὲ Λεύκιος ἀντιφιλοφρονούμενος
ἀλλὰ τούτου γε χάριν,
εἶπε,
μή μοι κατάκεισο λυπούμενος, ἐγὼ γὰρ ἰάσομαι. καὶ κελεύσας ἕνα τῶν ἐπὶ θανάτῳ κατακρίτων εἰς τὸ συμπόσιον ἀχθῆναι καὶ τὸν ὑπηρέτην ἔχοντα πέλεκυν παραστῆναι, πάλιν ἠρώτησε τὸν ἐρώμενον, εἰ βούλεται τυπτόμενον θεάσασθαι.
Now, it happened that Lucius was governing a consular province; and at a banquet, the youth, reclining by him as was his custom, used various flatteries toward a man who was easily led when in wine, and said that he loved him so much that, "though," said he, "there was a show of gladiators at home, which I had never seen before, I hastened away to you, even though I longed to see a man slaughtered." Lucius, returning the affection, said, "Well, do not lie there grieving for that, for I will cure it." And ordering one of those condemned to death to be brought to the banquet, and the attendant to stand by with an axe, he asked his favorite again if he wished to see the man struck.
φήσαντος δὲ βούλεσθαι, προσέταξεν ἀποκόψαι τοῦ ἀνθρώπου τὸν τράχηλον.
When he said he did, Lucius ordered the man's neck to be cut off.
§17.4οἱ μὲν οὖν πλεῖστοι ταῦτα ἱστοροῦσι, καὶ ὅ γε Κικέρων αὑτὸν τὸν Κάτωνα διηγούμενον ἐν τῷ Περὶ γήρως διαλόγῳ πεποίηκεν ὁ δὲ Λίβιος αὐτόμολον εἶναί φησι Γαλάτην τὸν ἀναιρεθέντα, τὸν δὲ Λεύκιον οὐ διʼ ὑπηρέτου κτεῖναι τὸν ἄνθρωπον, ἀλλʼ αὑτὸν ἰδίᾳ χειρί, καὶ ταῦτα ἐν λόγῳ γεγράφθαι Κάτωνος.
Most writers, indeed, relate this, and Cicero has made Cato himself tell the story in his dialogue "On Old Age." But Livy says that the man slain was a Gallic deserter, and that Lucius did not kill him by the hand of an attendant, but by his own hand, and that this is written in a speech of Cato.
§17.5ἐκβληθέντος οὖν τοῦ Λευκίου τῆς βουλῆς ὑπὸ τοῦ Κάτωνος, ὁ ἀδελφὸς αὑτοῦ βαρέως φέρων ἐπὶ τὸν δῆμον κατέφυγε καὶ τὴν αἰτίαν ἐκέλευεν εἰπεῖν τὸν Κάτωνα τῆς ἐκβολῆς.
When Lucius was thus expelled from the senate by Cato, his brother, taking it heavily, appealed to the people, and demanded that Cato state the cause of the expulsion.
εἰπόντος δὲ καὶ διηγησαμένου τὸ συμπόσιον ἐπεχείρει μὲν ὁ Λεύκιος ἀρνεῖσθαι, προκαλουμένου δὲ τοῦ Κάτωνος εἰς ὁρισμὸν ἀνεδύετο.
When Cato stated it and related the banquet, Lucius attempted to deny it, but when Cato challenged him to a formal wager of truth, he shrank back and refused.
§17.6καὶ τότε μὲν ἄξια παθεῖν κατεγνώσθη· θέας δʼ οὔσης ἐν θεάτρῳ τὴν ὑπατικὴν χώραν παρελθὼν καὶ πορρωτάτω που καθεσθεὶς οἶκτον ἔσχε παρὰ τῷ δήμῳ, καὶ βοῶντες ἠνάγκασαν αὑτὸν μετελθεῖν, ὡς ἦν δυνατὸν ἐπανορθούμενοι καὶ θεραπεύοντες τὸ γεγενημένον.
At that time, indeed, he was judged to have suffered deservedly; but when there was a show in the theater, he passed by the consular seats and sat down far away, which moved the people to pity, and they cried out until they forced him to change his seat back, thus as far as possible correcting and healing what had happened.
§17.7ἄλλον δὲ βουλῆς ἐξέβαλεν ὑπατεύσειν ἐπίδοξον ὄντα, Μανίλλιον, ὅτι τὴν αὑτοῦ γυναῖκα μεθʼ ἡμέραν ὁρώσης τῆς θυγατρὸς κατεφίλησεν.
Cato also expelled another senator who was expected to become consul, Manilius, because he kissed his own wife in the daytime in the sight of his daughter.
αὑτῷ δʼ ἔφη τὴν γυναῖκα μηδέποτε πλὴν βροντῆς μεγάλης γενομένης περιπλακῆναι, καὶ μετὰ παιδιᾶς εἰπεῖν αὑτὸν ὡς μακάριός ἐστι τοῦ Διὸς βροντῶντος.
For himself, he said that his wife never embraced him except when there was a great clap of thunder, and added in jest that he was a happy man when Jupiter thundered.