Humanitext Reader

普鲁塔克 · 大加图传 §16.1-16.6

监察官竞选的风波与卡托当选

第 16 段,共 27 段 · 希腊语

内容简介

执政官卸任十年后,卡托竞选监察官,主张严格整顿道德并对国家进行大清洗。面对元老院显贵们的组织性反对和其他候选人的甜言蜜语,卡托极力宣扬自己绝不妥协的严厉作风并举荐弗拉克斯,最终赢得罗马民众的支持并成功当选。

§16.1τῆς δʼ ὑπατείας κατόπιν ἔτεσι δέκα τιμητείαν ὁ Κάτων παρήγγειλε.
在担任执政官十年后,卡托竞选监察官职。
κορυφὴ δέ τίς ἐστι τιμῆς ἁπάσης ἡ ἀρχὴ καὶ τρόπον τινὰ τῆς πολιτείας ἐπιτελείωσις, ἄλλην τε πολλὴν ἐξουσίαν ἔχουσα καὶ τὴν περὶ τὰ ἤθη καὶ τοὺς βίους ἐξέτασιν.
这一官职是所有荣誉的顶峰,在某种程度上也是政治生涯的圆满,它不仅拥有许多其他广泛的权力,特别是对道德和生活方式的审查权。
οὔτε γὰρ γάμον οὔτε παιδοποιίαν τινὸς οὔτε δίαιταν οὔτε συμπόσιον ᾤοντο δεῖν ἄκριτον καὶ ἀνεξέταστον, ὡς ἕκαστος ἐπιθυμίας ἔχοι καὶ προαιρέσεως, ἀφεῖσθαι.
因为他们认为,任何人的婚姻、生育、日常起居和宴饮都不应放任自流、不受审查,听凭个人的欲望和选择。
§16.2πολὺ δὲ μᾶλλον ἐν τούτοις νομίζοντες ἡ ταῖς ὑπαίθροις καὶ πολιτικαῖς πράξεσι τρόπον ἀνδρὸς ἐνορᾶσθαι, φύλακα καὶ σωφρονιστὴν καὶ κολαστὴν τοῦ μηδένα καθʼ ἡδονὰς ἐκτρέπεσθαι καὶ παρεκβαίνειν τὸν ἐπιχώριον καὶ συνήθη βίον ᾑροῦντο τῶν καλουμένων πατρικίων ἕνα καὶ τῶν δημοτικῶν ἕνα.
他们认为,在这些私生活事物中,比在公开和政治活动中更能看出一个人的品格,因此,为了防止任何人因追求享乐而堕落,偏离本土和习惯的生活方式,他们选择了一位所谓的贵族(帕特里奇)和一位平民,作为监护者、劝诫者和惩罚者。
τιμητὰς δὲ τούτους προσηγόρευον, ἐξουσίαν ἔχοντας ἀφελέσθαι μὲν ἵππον, ἐκβαλεῖν δὲ συγκλήτου τὸν ἀκολάστως βιοῦντα καὶ ἀτάκτως.
他们称这些人为监察官,监察官有权收回马匹,并有权将生活放荡且无秩序者开除出元老院。
§16.3οὗτοι δὲ καὶ τὰ τιμήματα τῶν οὐσιῶν λαμβάνοντες ἐπεσκόπουν, καὶ ταῖς ἀπογραφαῖς τὰ γένη καὶ τὰς πολιτείας διέκρινον· ἄλλας τε μεγάλας ἔχει δυνάμεις ἡ ἀρχή.
这些人还负责评估财产并进行监察,通过登记簿区分家族和公民身份;该官职还拥有其他巨大的权力。
διὸ καὶ τῷ Κάτωνι πρὸς τὴν παραγγελίαν ἀπήντησαν ἐνιστάμενοι σχεδὸν οἱ γνωριμώτατοι καὶ πρῶτοι τῶν συγκλητικῶν.
因此,当卡托竞选这一官职时,元老院中最著名和最显赫的议员几乎都站出来表示反对。
τοὺς μὲν γὰρ εὐπατρίδας ὁ φθόνος ἐλύπει, παντάπασιν οἰομένους προπηλακίζεσθαι τὴν εὐγένειαν ἀνθρώπων ἀπʼ ἀρχῆς ἀδόξων εἰς τὴν ἄκραν τιμὴν καὶ δύναμιν ἀναβιβαζομένων, §16.4οἱ δὲ μοχθηρὰ συνειδότες αὑτοῖς ἐπιτηδεύματα καὶ τῶν πατρίων ἐκδιαίτησιν ἐθῶν ἐφοβοῦντο τὴν αὐστηρίαν τοῦ ἀνδρός, ἀπαραίτητον ἐν ἐξουσίᾳ καὶ χαλεπὴν ἐσομένην.
因为嫉妒折磨着贵族们,他们认为如果那些出身低微的人被提升到极高的荣誉和权力地位,他们高贵的出身将完全受到侮辱,而那些深知自己行为恶劣、背离祖辈习俗的人,则害怕这个人的严厉,因为他一旦掌权将是毫不留情且苛刻的。
διὸ συμφρονήσαντες καὶ παρασκευάσαντες ἑπτὰ κατῆγον ἐπὶ τὴν παραγγελίαν ἀντιπάλους τῷ Κάτωνι, θεραπεύοντας ἐλπίσι χρησταῖς τὸ πλῆθος, ὡς δὴ μαλακῶς καὶ πρὸς ἡδονὴν ἄρχεσθαι δεόμενον.
因此,他们串通一气,做好了准备,推出了七名对手与卡托竞争,用美好的期望取悦民众,仿佛民众需要温和且顺从其娱乐的统治似的。
§16.5τοὐναντίον δʼ ὁ Κάτων οὐδεμίαν ἐνδιδοὺς ἐπιείκειαν, ἀλλʼ ἄντικρυς ἀπειλῶν τε τοῖς πονηροῖς ἀπὸ τοῦ βήματος καὶ κεκραγὼς μεγάλου καθαρμοῦ χρῄζειν τὴν πόλιν, ἠξίου τοὺς πολλοὺς, εἰ σωφρονοῦσι, μὴ τὸν ἥδιστον, ἀλλὰ τὸν σφοδρότατον αἱρεῖσθαι τῶν ἰατρῶν τοῦτον δὲ αὐτὸν εἶναι καὶ τῶν πατρικίων ἕνα Φλάκκον Οὐαλλέριον· μετʼ ἐκείνου γὰρ οἴεσθαι μόνου τὴν τρυφὴν καὶ τὴν μαλακίαν ὥσπερ ὕδραν τέμνων καὶ ἀποκαίων προὔργου τι ποιήσειν, τῶν δʼ ἄλλων ὁρᾶν ἕκαστον ἄρξαι κακῶς βιαζόμενον, ὅτι τοὺς καλῶς ἄρξοντας δέδοικεν.
相反,卡托没有表现出任何温和,而是直接在讲坛上威胁恶人,并大声疾呼城邦需要一次大清洗,他要求民众如果明智的话,不要选择最温和的医生,而要选择最猛烈的医生;而这医生正是他自己,以及贵族之一的瓦莱里乌斯·弗拉克斯;因为他认为只有与弗拉克斯一起,像斩烧许德拉一样斩断并烧尽奢侈和软弱,才能大有作为,而他看到其他每个候选人都在竭力进行糟糕的统治,因为他们害怕那些会进行良好统治的人。
§16.6οὕτω δʼ ἄρα μέγας ἦν ὡς ἀληθῶς καὶ μεγάλων ἄξιος δημαγωγῶν ὁ Ῥωμαίων δῆμος, ὥστε μὴ φοβηθῆναι τὴν ἀνάτασιν καὶ τὸν ὄγκον τοῦ ἀνδρός, ἀλλὰ τοὺς ἡδεῖς ἐκείνους καὶ πρὸς χάριν ἅπαντα ποιήσειν δοκοῦντας ἀπορρίψας ἑλέσθαι μετὰ τοῦ Κάτωνος τὸν Φλάκκον, ὥσπερ οὐκ αἰτοῦντος ἀρχήν, ἀλλʼ ἄρχοντος ἤδη καὶ προστάττοντος ἀκροώμενος.
罗马民众确实是如此伟大,也确实配得上伟大的领袖,以至于他们没有被这个人的威胁和威严所吓倒,而是抛弃了那些看似为了取悦他们而做任何事的温和候选人,选择弗拉克斯与卡托并肩,仿佛他们不是在听一个请求官职的人发言,而是在听一个已经在统治并下达命令的人。

词汇与语法注释

  1. 16.1ἔτεσι δέκα — 程度差异与格(dative of measure of difference),用于表示时间或空间上的间隔。此处修饰副词 `κατόπιν`(在……之后),表示“相隔十年”。
  2. 16.2τοῦ μηδένα καθʼ ἡδονὰς ἐκτρέπεσθαι — 带冠词属格不定式,修饰前文的名词 `φύλακα καὶ σωφρονιστὴν καὶ κολαστὴν`。解释这些官职的职责或目的(“为了不让任何人因享乐而越轨的监护者……”)。由于是不定式结构,因而使用否定词 `μή`(此处为 `μηδένα`)。
  3. 16.5τοῦτον δὲ αὐτὸν εἶναι — 间接引语中隶属于动词 `ἠξίου` 的“对格与不定式”结构。不定式 `εἶναι` 的主语被明确表述为对格指示代名词 `τοῦτον`(即卡托自己)。尽管主句主语与不定式的实际主语一致,但通过使用带有 `αὐτόν` 的对格,强烈暗示并强调了对比意义(“他自己就是那个医生”)。

引用这一段

普鲁塔克, 大加图传 §16.1-16.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:16.1-16.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。