Humanitext Reader

普鲁塔克 · 大加图传 §12.1-12.5

随军出征安条克与在雅典的演说

第 12 段,共 27 段 · 希腊语

内容简介

描述了卡托在提比略·塞姆普罗尼乌斯和马尼乌斯·阿基里乌斯手下服役,参与对抗大安条克的希腊战役,以及他在雅典逗留期间坚持使用翻译发言,并嘲讽崇拜希腊事物的罗马人。

§12.1Τιβερίῳ μέν οὖν Σεμπρωνίῳ τὰ περὶ Θρᾴκην καὶ Ἴστρον ὑπατεύοντι πρεσβεύων συγκατειργάσατο, Μανίῳ δʼ Ἀκιλίῳ χιλιαρχῶν ἐπʼ Ἀντίοχον τὸν μέγαν συνεξῆλθεν εἰς τὴν Ἑλλάδα, φοβήσαντα Ῥωμαίους ὡς οὐδένα ἕτερον μετʼ Ἀννίβαν.
当提比略·塞姆普罗尼乌斯担任执政官时,卡托作为使节随行,协助他处理了色雷斯和伊斯特河一带的事务。 当马尼乌斯·阿基里乌斯担任军警官时,卡托与他一同前往希腊,对抗大安条克——此人自汉尼拔以来比任何人都更让罗马人感到恐惧。
τὴν γὰρ Ἀσίαν, ὅσην ὁ Νικάτωρ Σέλευκος εἶχεν, ὀλίγου δεῖν ἅπασαν ἐξ ὑπαρχῆς ἀνειληφώς, ἔθνη τε πάμπολλα καὶ μάχιμα βαρβάρων ὑπήκοα πεποιημένος, ἐπῆρτο συμπεσεῖν Ῥωμαίοις ὡς μόνοις ἔτι πρὸς αὐτὸν ἀξιομάχοις οὖσιν.
因为安条克几乎收复了塞琉古·尼卡托曾占领过的整个亚洲,并使许多好战的蛮族部落臣服,他满怀雄心地企图与罗马人交战,认为罗马人是目前唯一配做他对手的人。
§12.2εὐπρεπῆ δὲ τοῦ πολέμου ποιησάμενος αἰτίαν τοὺς Ἕλληνας ἐλευθεροῦν, οὐδὲν δεομένους, ἀλλὰ καὶ ἐλευθέρους καὶ αὐτονόμους χάριτι τῇ Ῥωμαίων ἀπὸ Φιλίππου καὶ Μακεδόνων νεωστὶ γεγονότας, διέβη μετὰ δυνάμεως, καὶ σάλον εὐθὺς ἡ Ἑλλὰς εἶχε καὶ μετέωρος ἦν ἐλπίσι διαφθειρομένη βασιλικαῖς ὑπὸ τῶν δημαγωγῶν.
他将解放希腊人作为这场战争体面的借口——尽管希腊人根本不需要,因为他们最近刚刚凭借罗马人的恩惠从腓力和马其顿人手中获得了自由和自治。 安条克率军渡海,希腊立即陷入动荡,并在煽动者的挑唆下,因对国王抱有幻想而浮躁不安。
§12.3ἔπεμπεν οὖν πρέσβεις ὁ Μάνιος ἐπὶ τὰς πόλεις.
于是马尼乌斯向各城市派遣了使节。
καὶ τὰ μέν πλεῖστα τῶν νεωτεριζόντων Τίτος Φλαμινῖνος ἔσχεν ἄνευ ταραχῆς καὶ κατεπράυνεν, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται, Κάτων δὲ Κορινθίους καὶ Πατρεῖς, ἔτι δὲ Αἰγιεῖς παρεστήσατο.
正如在关于那个人的传记中所写的那样,提图斯·弗拉米尼努斯毫无混乱地制止并平息了大多数企图变革的人;而卡托则争取到了科林斯人、帕特雷人以及艾吉翁人。
§12.4πλεῖστον δὲ χρόνον ἐν Ἀθήναις διέτριψε.
卡托在雅典逗留的时间最长。
καὶ λέγεται μέν τις αὐτοῦ φέρεσθαι λόγος, ὃν Ἑλληνιστὶ πρὸς τὸν δῆμον εἶπεν, ὡς ζηλῶν τε τὴν ἀρετὴν τῶν παλαιῶν Ἀθηναίων τῆς τε πόλεως διὰ τὸ κάλλος καὶ τὸ μέγεθος ἡδέως γεγονὼς θεατής·
据说,流传着他的一篇演讲,是他用希腊语对雅典民众说的,大意是他仰慕古雅典人的美德,并因该城的美丽与宏大而乐于成为其瞻仰者。
τὸ δʼ οὐκ ἀληθές ἐστιν, ἀλλὰ διʼ ἑρμηνέως ἐνέτυχε τοῖς Ἀθηναίοις, δυνηθεὶς ἂν αὐτὸς εἰπεῖν, ἐμμένων δὲ τοῖς πατρίοις καὶ καταγελῶν τῶν τὰ Ἑλληνικὰ τεθαυμακότων.
但这并非事实,相反,尽管他自己能说希腊语,他还是通过翻译与雅典人交谈。 他坚守祖先的习俗,并嘲笑那些崇拜希腊事物的人。
§12.5Ποστούμιον γοῦν Ἀλβῖνον ἱστορίαν Ἑλληνιστὶ γράψαντα καὶ συγγνώμην αἰτούμενον ἐπέσκωψεν εἰπὼν, δοτέον εἶναι τὴν συγγνώμην, εἰ τῶν Ἀμφικτυόνων ψηφισαμένων ἀναγκασθεὶς ὑπέμεινε τὸ ἔργον, θαυμάσαι δέ φησι τοὺς Ἀθηναίους τὸ τάχος αὐτοῦ καὶ τὴν ὀξύτητα τῆς φράσεως·
事实上,他曾嘲讽用希腊语写历史书并请求宽恕的波斯图米乌斯·阿尔比努斯,说如果他是因近邻同盟的决议被迫承担这项工作的,那才应该给予宽恕。 此外,卡托自称,雅典人对他说话的速度和措辞的敏捷感到惊叹;因为他自己简短表达的意思,翻译却用冗长和繁复的言词来转达。
ἃ γὰρ αὐτὸς ἐξέφερε βραχέως, τὸν ἑρμηνέα μακρῶς καὶ διὰ πολλῶν ἀπαγγέλλειν τὸ δʼ ὅλον οἴεσθαι τὰ ῥήματα τοῖς μέν Ἕλλησιν ἀπὸ χειλέων, τοῖς δὲ Ῥωμαίοις ἀπὸ καρδίας φέρεσθαι.
总的来说,他认为希腊人的言语出自唇齿,而罗马人的言语则发自内心。

词汇与语法注释

  1. 12.1φοβήσαντα — 单数阳性宾格分词 `φοβήσαντα` 与 `Ἀντίοχον` 一致,修饰安条克,指他使罗马人感到恐惧。
  2. 12.2τοὺς Ἕλληνας ἐλευθεροῦν — 不定式短语 `τοὺς Ἕλληνας ἐλευθεροῦν` 与名词 `αἰτίαν` 呈同格关系,说明战争借口的内容。
  3. 12.4δυνηθεὶς ἂν — 分词 `δυνηθεὶς` 连用助词 `ἄν` 表示过去的可能性或反事实假设(“尽管他自己本能说”)。其功能相当于条件句中的 `ἐδυνήθη ἄν`。
  4. 12.5θαυμάσαι δέ φησι — 动词 `φησί` 的主语指卡托(指他在著作中的叙述),不定式 `θαυμάσαι` 的逻辑主语是宾格的 `τοὺς Ἀθηναίους`。整句意为“卡托说雅典人感到惊叹”。
  5. 12.5οἴεσθαι — 不定式 `οἴεσθαι` 隶属于前文的 `φησί`(或由其引导的间接引语),表达卡托的观点(“他认为……”)。

引用这一段

普鲁塔克, 大加图传 §12.1-12.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:12.1-12.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。