Humanitext Reader

普鲁塔克 · 大加图传 §14.1-14.4

安条克军的溃败与卡托回京报捷

第 14 段,共 27 段 · 希腊语

内容简介

马尼乌斯的正面强攻与卡托的突袭致使安条克军队败退并自取灭亡,卡托对自己的伟大功绩大加赞赏。战后,卡托作为报捷特使迅速返回罗马,使全体市民沉浸在胜利的喜悦与统治世界的自豪之中。

§14.1ἐν τούτῳ δὲ καί τοῦ Μανίου κάτωθεν πρὸς τὰ διατειχίσματα βιαζομένου καί τοῖς στενοῖς προσβάλλοντος ἀθρόαν τὴν δύναμιν, ὁ μέν Ἀντίοχος εἰς τὸ στόμα λίθῳ πληγείς ἐκτιναχθέντων αὐτοῦ τῶν ὀδόντων ἀπ έστρεψε τὸν ἵππον ὀπίσω, περιαλγὴς γενόμενος, τοῦ δὲ στρατοῦ μέρος οὐδὲν ὑπέμεινε τοὺς Ῥωμαίους, §14.2ἀλλὰ καίπερ ἀπόρους καί ἀμηχάνους τῆς φυγῆς ὁδοὺς καί πλάνας ἐχούσης, ἑλῶν βαθέων καί πετρῶν ἀποτόμων τὰ πτώματα καί τὰς ὀλισθήσεις ὑποδεχομένων, εἰς ταῦτα διὰ τῶν στενῶν ὑπερχεόμενοι καί συνωθοῦντες ἀλλήλους φόβῳ πληγῆς καί σιδήρου πολεμίων αὑτοὺς διέφθειρον.
与此同时,马尼乌斯从下方朝防护墙猛攻,并以全军对隘口发起攻击,安条克本人则因嘴部中石,牙齿被击落,剧痛之下拔转马头往回退去;而他的军队中没有任何一部分能抵挡得住罗马人,相反,尽管逃跑的路线与迷茫的游荡极为艰难和绝望,且深沼与陡峭的岩石正等待着他们的跌落和滑倒,他们因害怕敌人的打击和利刃,从隘口中蜂拥而出,互相推搡着坠入其中,自取灭亡。
ὁ δὲ Κάτων ἀεὶ μέν τις ἦν, ὡς ἔοικε, τῶν ἰδίων ἐγκωμίων ἀφειδὴς καί τὴν ἄντικρυς μεγαλαυχίαν ὡς ἐπακολούθημα τῆς μεγαλουργίας οὐκ ἔφευγε, πλεῖστον δὲ ταῖς πράξεσι ταύταις ὄγκον περιτέθεικε, §14.3καί φησι τοῖς ἰδοῦσιν αὐτόν τότε διώκοντα καί παίοντα τοὺς πολεμίους παραστῆναι μηδὲν ὀφείλειν Κάτωνα τῷ δήμῳ τοσοῦτον, ὅσον Κάτωνι τὸν δῆμον, αὐτόν τε Μάνιον τὸν ὕπατον θερμὸν ἀπὸ τῆς νίκης ἔτι θερμῷ περιπλακέντα πολὺν χρόνον ἀσπάζεσθαι καὶ βοᾶν ὑπὸ χαρᾶς, ὡς οὔτʼ ἂν αὐτὸς οὔθʼ ὁ σύμπας δῆμος ἐξισώσειε τὰς ἀμοιβὰς ταῖς Κάτωνος εὐεργεσίαις.
而卡托本人,似乎向来不吝啬对自我的赞美,也并不回避将显而易见的自吹自擂视作伟业的附带结果,他在这次行动中为自己增添了极大的荣耀,他声称,当时目睹他追击并斩杀敌军的人,脑海中都浮现出这样的想法:卡托欠罗马人民的恩情,远不及罗马人民欠卡托的恩情之大;并且执政官马尼乌斯本人在胜利的狂热中,紧紧抱住同样热血沸腾的他,长时间拥抱并因喜悦而大喊,无论他自己还是全体人民,都永远无法使对卡托功绩的回报与他所施的恩惠相称。
§14.4μετὰ δὲ τὴν μάχην εὐθὺς εἰς Ῥώμην ἐπέμπετο τῶν ἠγωνισμένων αὐτάγγελος· καί διέπλευσε μέν εἰς Βρεντέσιον εὐτυχῶς, μιᾷ δʼ ἡμέρᾳ διελάσας ἐκεῖθεν εἰς Τάραντα καί τέσσαρας ἄλλας ὁδεύσας πεμπταῖος εἰς Ῥώμην ἀπὸ θαλάσσης ἀφίκετο καί πρῶτος ἀπήγγειλε τὴν νίκην.
战后他立即被派往罗马,作为他自身战绩的直接传达者;他顺利地渡海抵达布伦迪西乌姆,从那里仅用一天时间便策马赶到塔兰托,又行路四天,在登陆后的第五天抵达罗马,最先宣告了胜利。
καί τὴν μέν πόλιν ἐνέπλησεν εὐφροσύνης καὶ θυσιῶν, φρονήματος δὲ τὸν δῆμον ὡς πάσης γῆς καί θαλάσσης κρατεῖν δυνάμενον.
他使城中充满了欢乐与祭祀,并让人民满怀自豪,深信他们有能力主宰所有的陆地与海洋。

词汇与语法注释

  1. 14.2καίπερ ἀπόρους καί ἀμηχάνους τῆς φυγῆς ὁδοὺς καί πλάνας ἐχούσης — 带有让步连词 καίπερ 的属格独立结构。名词 τῆς φυγῆς 作为分词 ἐχούσης 的主语,支配对格短语 ἀπόρους καί ἀμηχάνους ... ὁδοὺς καί πλάνας 作为宾语,表示“尽管逃跑伴随着艰难而绝望的路线和迷途”。
  2. 14.2ἑλῶν βαθέων καί πετρῶν ἀποτόμων τὰ πτώματα καί τὰς ὀλισθήσεις ὑποδεχομένων — 属格独立结构。属格短语 ἑλῶν βαθέων καί πετρῶν ἀποτόμων(深沼与陡峭岩石)充当主语,现在分词属格复数形式 ὑποδεχομένων 充当谓语。
  3. 14.3παραστῆναι — 动词 παρίστημι 的第二不定过去时主动不定式,在此处作为不及物动词,意为“(想法等)呈现在脑海中”或“产生”。它支配与格短语 τοῖς ἰδοῦσιν(目睹者),后续的对格不定式从句(μηδὲν ὀφείλειν...)具体说明了产生的想法内容。
  4. 14.4πεμπταῖος — 源自序数词“五”的形容词,为主格,与动词 ἀφίκετο 的主语(卡托)一致。在古希腊语中,表示时间或天数的形容词常与主语一致,作状语翻译为“在第几天”。此处指从海上(登陆后)的第五天抵达罗马。

引用这一段

普鲁塔克, 大加图传 §14.1-14.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg025.humanitext-grc2:14.1-14.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。