Humanitext Reader

普鲁塔克 · 阿里斯提德传 §9.1-9.4

普叙塔利亚岛的胜利与薛西斯的退路

第 9 段,共 27 段 · 希腊语

内容简介

阿里斯泰德率兵登上普叙塔利亚岛消灭敌军,并将俘获的波斯王外甥按神启献祭。战后,地米斯托克利提议切断赫勒斯滂的桥梁以困住敌军,阿里斯泰德则极力主张应迅速将其赶出希腊以免其困兽犹斗,地米斯托克利遂再次密派使者劝说国王撤退。

§9.1οἱ μὲν οὖν ναύαρχοι τῶν Ἑλλήνων ταῦτʼ ἔπραττον.
希腊人的海军将领们于是便做着这些事。
Ἀριστείδης δʼ ὁρῶν τὴν Ψυττάλειαν, ἣ πρὸ τῆς Σαλαμῖνος ἐν τῷ πόρῳ κεῖται νῆσος οὐ μεγάλη, πολεμίων ἀνδρῶν μεστὴν οὖσαν, ἐμβιβάσας εἰς ὑπηρετικὰ τοὺς προθυμοτάτους καὶ μαχιμωτάτους τῶν πολιτῶν προσέμιξε τῇ Ψυτταλείᾳ, καὶ μάχην πρὸς τοὺς βαρβάρους συνάψας ἀπέκτεινε πάντας, πλὴν ὅσοι τῶν ἐπιφανῶν ζῶντες ἥλωσαν.
而阿里斯泰德看到普叙塔利亚——这是一座位于萨拉米斯前面水道中的不大的岛屿——塞满了敌兵,便让公民中最热忱、最骁勇的人登上轻舟,登上了普叙塔利亚岛,并与蛮族交战,杀死了所有人,除了一些被活捉的显贵人物。
ἐν δὲ τούτοις ἦσαν ἀδελφῆς βασιλέως ὄνομα Σανδαύκης τρεῖς παῖδες, οὓς εὐθὺς ἀπέστειλε πρὸς τὸν Θεμιστοκλέα·
而在这些人之中,有国王的姐妹、名叫桑达乌凯之女的三个儿子,他当即把他们送到了地米斯托克利那里。
§9.2καὶ λέγονται κατά τι λόγιον, τοῦ μάντεως Εὐφραντίδου κελεύσαντος, ὠμηστῇ Διονύσῳ καθιερευθῆναι.
据说根据某种神启,在占卜者欧弗兰提德斯的命令下,他们被献祭给了食生肉的狄奥尼索斯。
τὴν δὲ νησῖδα τοῖς ὅπλοις πανταχόθεν ὁ Ἀριστείδης περιστέψας ἐφήδρευε τοῖς ἐκφερομένοις πρὸς αὐτήν, ὡς μήτε τῶν φίλων τινὰ διαφθαρῆναι μήτε τῶν πολεμίων διαφυγεῖν.
阿里斯泰德用武装士兵将这座小岛四面合围,守候着那些漂流到岛上的人,以使朋友中无人丧生,敌军中无人逃脱。
ὁ γὰρ πλεῖστος ὠθισμὸς τῶν νεῶν καὶ τῆς μάχης τὸ καρτερώτατον ἔοικε περὶ τὸν τόπον ἐκεῖνον γενέσθαι·
因为船只最密集的碰撞和战斗最激烈的部分,似乎就发生在那个地方周围。
διὸ καὶ τρόπαιον ἕστηκεν ἐν τῇ Ψυτταλείᾳ.
因此,普叙塔利亚岛上也建立了一座胜利纪念碑。
§9.3μετὰ δὲ τὴν μάχην ὁ Θεμιστοκλῆς ἀποπειρώμενος τοῦ Ἀριστείδου καλὸν μὲν εἶναι καὶ τὸ πεπραγμένον αὐτοῖς ἔργον ἔλεγε, κρεῖττον δὲ λείπεσθαι τὸ λαβεῖν ἐν τῇ Εὐρώπῃ τὴν Ἀσίαν, ἀναπλεύσαντας εἰς Ἑλλήσποντον τὴν ταχίστην καὶ τὰ ζεύγματα διακόψαντας.
战后,地米斯托克利为了试探阿里斯泰德,便说他们所成就的功绩虽然美好,但留下了一件更伟大的事业,那就是尽快驶向赫勒斯滂并斩断桥梁,从而在欧洲生擒亚洲。
ἐπεὶ δʼ Ἀριστείδης ἀνακραγὼν τοῦτον μὲν ἐκέλευε τὸν λόγον καταβαλεῖν, σκοπεῖν δὲ καὶ ζητεῖν, ὅπως τὴν ταχίστην ἐκβάλωσι τὸν Μῆδον ἐκ τῆς Ἑλλάδος, §9.4μὴ κατακλεισθεὶς ἀπορίᾳ φυγῆς μετὰ τοσαύτης δυνάμεως τραπῇ πρὸς ἄμυναν ὑπʼ ἀνάγκης, οὕτω πέμπει πάλιν Ἀρνάκην εὐνοῦχον ὁ Θεμιστοκλῆς ἐκ τῶν αἰχμαλώτων κρύφα, φράσαι τῷ βασιλεῖ κελεύσας, ὅτι πλεῖν ἐπὶ τὰς γεφύρας ὡρμημένους τοὺς Ἕλληνας αὐτὸς ἀποστρέψειε σώζεσθαι βασιλέα βουλόμενος.
而阿里斯泰德大声疾呼,命令他放弃这一想法,而应考虑并寻求如何尽快将波斯人驱逐出希腊,免得他带着如此庞大的军队,因无处可逃而陷入绝境,在逼迫之下转而拼死防卫;于是地米斯托克利再次暗中派出了俘虏中的太监阿耳纳克斯,吩咐他转告国王,说希腊人本已急于驶向桥梁,但他本人因希望国王保全,便劝阻了他们。

词汇与语法注释

  1. §9.1μεστὴν οὖσαν — 此分词用作感官动词 ὁρῶν 的补充分词,与宾格的 τὴν Ψυττάλειαν 构成间接陈述结构(‘看到普叙塔利亚……塞满了敌兵’)。
  2. §9.2τοῦ μάντεως Εὐφραντίδου κελεύσαντος — 属格绝对结构,表示主句动词 λέγονται 的原因或理由(‘由于占卜者欧弗兰提德斯的命令’)。
  3. §9.3ἀναπλεύσαντας ... διακόψαντας — 宾格分词,其性、数、格与名物化不定式 τὸ λαβεῖν(‘生擒’)的隐含宾格主语(指希腊人,或地米斯托克利与阿里斯泰德)保持一致。
  4. §9.4ἀποστρέψειε — 在 ὅτι 引导的间接引语从句中,因主句历史现在时动词 πέμπει 以及带有过去语义的分词 κελεύσαντος 引入的过去基调,而触发的斜格祈愿。

引用这一段

普鲁塔克, 阿里斯提德传 §9.1-9.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:9.1-9.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。