§9.1οἱ μὲν οὖν ναύαρχοι τῶν Ἑλλήνων ταῦτʼ ἔπραττον.
The commanders of the Greeks, then, were doing these things.
Ἀριστείδης δʼ ὁρῶν τὴν Ψυττάλειαν, ἣ πρὸ τῆς Σαλαμῖνος ἐν τῷ πόρῳ κεῖται νῆσος οὐ μεγάλη, πολεμίων ἀνδρῶν μεστὴν οὖσαν, ἐμβιβάσας εἰς ὑπηρετικὰ τοὺς προθυμοτάτους καὶ μαχιμωτάτους τῶν πολιτῶν προσέμιξε τῇ Ψυτταλείᾳ, καὶ μάχην πρὸς τοὺς βαρβάρους συνάψας ἀπέκτεινε πάντας, πλὴν ὅσοι τῶν ἐπιφανῶν ζῶντες ἥλωσαν.
But Aristeides, seeing that Psyttaleia, which is a not large island lying in the passage before Salamis, was full of enemy men, having embarked the most eager and warlike of the citizens into light boats, landed on Psyttaleia, and joining battle against the barbarians, killed them all, except those of the prominent men who were taken alive.
ἐν δὲ τούτοις ἦσαν ἀδελφῆς βασιλέως ὄνομα Σανδαύκης τρεῖς παῖδες, οὓς εὐθὺς ἀπέστειλε πρὸς τὸν Θεμιστοκλέα· §9.2καὶ λέγονται κατά τι λόγιον, τοῦ μάντεως Εὐφραντίδου κελεύσαντος, ὠμηστῇ Διονύσῳ καθιερευθῆναι.
And among these were three sons of the King's sister named Sandauce, whom he immediately sent to Themistocles; and they are said, according to some oracle, at the bidding of the seer Euphrantides, to have been sacrificed to Dionysus the Carnivorous.
τὴν δὲ νησῖδα τοῖς ὅπλοις πανταχόθεν ὁ Ἀριστείδης περιστέψας ἐφήδρευε τοῖς ἐκφερομένοις πρὸς αὐτήν, ὡς μήτε τῶν φίλων τινὰ διαφθαρῆναι μήτε τῶν πολεμίων διαφυγεῖν.
And Aristeides, having ringed the small island all around with arms, lay in wait for those who were washed ashore on it, so that neither any of their friends should perish nor any of the enemy escape.
ὁ γὰρ πλεῖστος ὠθισμὸς τῶν νεῶν καὶ τῆς μάχης τὸ καρτερώτατον ἔοικε περὶ τὸν τόπον ἐκεῖνον γενέσθαι· διὸ καὶ τρόπαιον ἕστηκεν ἐν τῇ Ψυτταλείᾳ.
For the greatest crowding of the ships and the fiercest part of the battle seem to have taken place around that spot; wherefore also a trophy stands on Psyttaleia.
§9.3μετὰ δὲ τὴν μάχην ὁ Θεμιστοκλῆς ἀποπειρώμενος τοῦ Ἀριστείδου καλὸν μὲν εἶναι καὶ τὸ πεπραγμένον αὐτοῖς ἔργον ἔλεγε, κρεῖττον δὲ λείπεσθαι τὸ λαβεῖν ἐν τῇ Εὐρώπῃ τὴν Ἀσίαν, ἀναπλεύσαντας εἰς Ἑλλήσποντον τὴν ταχίστην καὶ τὰ ζεύγματα διακόψαντας.
And after the battle, Themistocles, putting Aristeides to the test, said that the deed achieved by them was indeed honorable, but that a greater thing remained, which was to capture Asia in Europe by sailing up to the Hellespont as quickly as possible and cutting the bridges.
ἐπεὶ δʼ Ἀριστείδης ἀνακραγὼν τοῦτον μὲν ἐκέλευε τὸν λόγον καταβαλεῖν, σκοπεῖν δὲ καὶ ζητεῖν, ὅπως τὴν ταχίστην ἐκβάλωσι τὸν Μῆδον ἐκ τῆς Ἑλλάδος, §9.4μὴ κατακλεισθεὶς ἀπορίᾳ φυγῆς μετὰ τοσαύτης δυνάμεως τραπῇ πρὸς ἄμυναν ὑπʼ ἀνάγκης, οὕτω πέμπει πάλιν Ἀρνάκην εὐνοῦχον ὁ Θεμιστοκλῆς ἐκ τῶν αἰχμαλώτων κρύφα, φράσαι τῷ βασιλεῖ κελεύσας, ὅτι πλεῖν ἐπὶ τὰς γεφύρας ὡρμημένους τοὺς Ἕλληνας αὐτὸς ἀποστρέψειε σώζεσθαι βασιλέα βουλόμενος.
But when Aristeides cried out and ordered him to drop this plan, and rather to consider and seek how they might expel the Mede from Greece as quickly as possible, lest, being shut in and lacking a way of escape with so great a force, he should turn to defense out of necessity, so Themistocles sent again Arnaces, a eunuch from among the prisoners, secretly, having ordered him to tell the King that although the Greeks were eager to sail to the bridges, he himself had turned them back, wishing the King to be saved.