§8.1τρίτῳ δʼ ἔτει Ξέρξου διὰ Θετταλίας καὶ Βοιωτίας ἐλαύνοντος ἐπὶ τὴν Ἀττικήν, λύσαντες τὸν νόμον ἐψηφίσαντο τοῖς μεθεστῶσι κάθοδον, μάλιστα φοβούμενοι τὸν Ἀριστείδην, μὴ προσθέμενος τοῖς πολεμίοις διαφθείρῃ καὶ μεταστήσῃ πολλοὺς τῶν πολιτῶν πρὸς τὸν βάρβαρον, οὐκ ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός, ὅς γε καὶ πρὸ τοῦ δόγματος τούτου διετέλει προτρέπων καὶ παροξύνων τοὺς Ἕλληνας ἐπὶ τὴν ἐλευθερίαν, καὶ μετὰ τὸ δόγμα τοῦτο, Θεμιστοκλέους στρατηγοῦντος αὐτοκράτορος, πάντα συνέπραττε καὶ συνεβούλευεν, ἐνδοξότατον ἐπὶ σωτηρίᾳ κοινῇ ποιῶν τὸν ἔχθιστον.
在第三年,当薛西斯穿过色萨利和波奥蒂亚向阿提卡进军时,他们废除了该法律,决议让被流放者返回,这主要是因为他们惧怕阿里斯泰德,担心他投靠敌人,败坏并诱使许多公民倒向蛮族。 然而,他们对这位伟人的推测并不正确,因为甚至在此决议之前,他就一直在鼓励和激发希腊人争取自由,而在该决议之后,当地米斯托克利担任拥有全权的将军时,他全力协助并出谋划策,为了共同的拯救,使最可恶的政敌变得享有至高荣誉。
§8.2ὡς γὰρ ἀπολιπεῖν τὴν Σαλαμῖνα βουλευομένων τῶν περὶ Εὐρυβιάδην αἱ βαρβαρικαὶ τριήρεις νύκτωρ ἀναχθεῖσαι καὶ περιβαλοῦσαι τόν τε πόρον ἐν κύκλῳ καὶ τὰς νήσους κατεῖχον, οὐδενὸς προειδότος τὴν κύκλωσιν ἧκεν ὁ Ἀριστείδης ἀπʼ Αἰγίνης παραβόλως διὰ τῶν πολεμίων νεῶν διεκπλεύσας· καὶ νυκτὸς ἐλθὼν ἐπὶ τὴν σκηνὴν τοῦ Θεμιστοκλέους καὶ καλέσας αὐτὸν ἔξω μόνον.
因为当欧里比亚德斯及其部下谋划撤退,而蛮族的三段桨船在夜间出航,包围了水道并占领了周围岛屿时,在无人预先知晓这一包围的情况下,阿里斯泰德冒险穿过敌舰,从埃伊纳岛赶来。
§8.3ἡμεῖς,
εἶπεν,
ὦ Θεμιστόκλεις, εἰ σωφρονοῦμεν, ἤδη τὴν κενὴν καὶ μειρακιώδη στάσιν ἀφέντες ἀρξώμεθα σωτηρίου καὶ καλῆς φιλονεικίας πρὸς ἀλλήλους ἁμιλλώμενοι σῶσαι τὴν Ἑλλάδα, σὺ μὲν ἄρχων καὶ στρατηγῶν, ἐγὼ δʼ ὑπουργῶν καὶ συμβουλεύων, ἐπεὶ καὶ νῦν σε πυνθάνομαι μόνον ἅπτεσθαι τῶν ἀρίστων λογισμῶν, κελεύοντα διαναυμαχεῖν ἐν τοῖς στενοῖς τὴν ταχίστην.
他在夜间来到地米斯托克利的帐篷,把他单独叫到外面,说道: “地米斯托克利,”他说,“如果我们明智,现在就应该抛弃虚妄而幼稚的争论,开始一场为了拯救而进行的光荣竞争,彼此竞相去挽救希腊——你来指挥和统帅,而我来协助和建言。 因为即便在现在,我也听说你独自一人把握住了最卓越的考量,要求他们尽快在狭窄的水道中进行决战。
§8.4καί σοι τῶν συμμάχων ἀντιπραττόντων οἱ πολέμιοι συνεργεῖν ἐοίκασι·
” “尽管同盟者反对你,敌人却似乎在协助你。
τὸ γὰρ ἐν κύκλῳ καὶ κατόπιν ἤδη πέλαγος ἐμπέπλησται νεῶν πολεμίων, ὥστε καὶ τοὺς μὴ θέλοντας ἀνάγκη κατείληφεν ἀγαθοὺς ἄνδρας εἶναι καὶ μάχεσθαι· φυγῆς γὰρ ὁδὸς οὐ λέλειπται.
因为周围和后方的海域已经塞满了敌舰,以至于一种必然性已经降临到那些不情愿的人身上,迫使他们成为勇士去战斗,因为逃跑的道路已经没有留下。
§8.5πρὸς ταῦτα ὁ Θεμιστοκλῆς εἶπεν· οὐκ ἂν ἐβουλόμην, ὦ Ἀριστείδη, σὲ κατὰ τοῦτό μου κρείττονα γενέσθαι, πειράσομαι δὲ πρὸς καλὴν ἀρχὴν ἁμιλλώμενος ὑπερβάλλεσθαι τοῖς ἔργοις.
” 对此地米斯托克利说:“阿里斯泰德,我不希望你在这方面胜过我,但我将努力竞逐这美好的开端,在行动上超越你。
ἅμα δʼ αὐτῷ φράσας τὴν ὑφʼ ἑαυτοῦ κατασκευασθεῖσαν ἀπάτην πρὸς τὸν βάρβαρον, παρεκάλει πείθειν τὸν Εὐρυβιάδην καὶ διδάσκειν, ὡς ἀμήχανόν ἐστι σωθῆναι μὴ ναυμαχήσαντας· εἶχε γὰρ αὐτοῦ μᾶλλον πίστιν.
”同时,他向他透露了自己对蛮族所设下的计谋,并恳请他去说服欧里比亚德斯并告知他,如果不进行海战就无法得救,因为欧里比亚德斯对他更为信任。
§8.6ὅθεν ἐν τῷ συλλόγῳ τῶν στρατηγῶν εἰπόντος Κλεοκρίτου τοῦ Κορινθίου πρὸς τὸν Θεμιστοκλέα, μηδʼ Ἀριστείδῃ τὴν γνώμην ἀρέσκειν αὐτοῦ, παρόντα γὰρ σιωπᾶν, ἀντεῖπεν ὁ Ἀριστείδης, ὡς οὐκ ἂν ἐσιώπα μὴ λέγοντος τὰ ἄριστα τοῦ Θεμιστοκλέους· νῦν δʼ ἡσυχίαν ἄγειν οὐ διʼ εὔνοιαν τοῦ ἀνδρός, ἀλλὰ τὴν γνώμην ἐπαινῶν.
因此,在将军们的会议上,科林斯人克莱奥克里图斯对地米斯托克利说,阿里斯泰德也不赞同他的意见,因为他在场却保持沉默,阿里斯泰德对此反驳道,如果地米斯托克利说的不是最好的办法,他绝不会保持沉默;而现在他保持安静,并非出于对那人的好意,而是因为他赞同这一意见。