Humanitext Reader

普鲁塔克 · 阿里斯提德传 §25.1-25.7

为了国利的妥协与阿里斯泰德的清贫与宽容

第 25 段,共 27 段 · 希腊语

内容简介

描述了阿里斯泰德为了雅典的利益有时不得不妥协于非正义,以及他安于极度贫困的高尚品德,这通过他在表兄弟卡利亚斯审判中的证言感动众人得以体现。同时记录了他在宿敌特米斯托克勒失脚时展现出的宽大与无怨。

§25.1ὁ δʼ Ἀριστείδης ὥρκισε μὲν τοὺς Ἕλληνας καὶ ὤμοσεν ὑπὲρ τῶν Ἀθηναίων, μύδρους ἐμβαλὼν ἐπὶ ταῖς ἀραῖς εἰς τὴν θάλατταν, ὕστερον δὲ τῶν πραγμάτων ἄρχειν ἐγκρατέστερον, ὡς ἔοικεν, ἐκβιαζομένων ἐκέλευε τοὺς Ἀθηναίους τὴν ἐπιορκίαν τρέψαντας εἰς ἑαυτὸν ᾗ συμφέρει χρῆσθαι τοῖς πράγμασι.
阿里斯泰德让希腊人宣誓,并代表雅典人宣了誓,他在伴随着诅咒将铁块投入海中;但后来,当局势似乎迫使他们更强力地统治时,他要求雅典人将违背誓言的罪责归于他自己,并以有利的方式来处理事务。
§25.2καθʼ ὅλου δʼ ὁ Θεόφραστός φησι τὸν ἄνδρα τοῦτον περὶ τὰ οἰκεῖα καὶ τοὺς πολίτας ἄκρως ὄντα δίκαιον ἐν τοῖς κοινοῖς πολλὰ πρᾶξαι πρὸς τὴν ὑπόθεσιν τῆς πατρίδος, ὡς συχνῆς καὶ ἀδικίας δεομένην.
总的来说,泰奥弗拉斯托斯说,这个在私事和对待公民上极度公正的男人,在公事上为了祖国的基本政策而做了许多事情,因为该政策需要大量的非正义。
καὶ γὰρ τὰ χρήματά φησιν ἐκ Δήλου βουλευομένων Ἀθήναζε κομίσαι παρὰ τὰς συνθήκας, καὶ Σαμίων εἰσηγουμένων, εἰπεῖν ἐκεῖνον, ὡς οὐ δίκαιον μέν, συμφέρον δὲ τοῦτʼ ἐστί.
因为他说,当人们商议将资金从德洛斯岛转移到雅典时,他不顾协定提议了此事;当萨摩斯人提出建议时,他说这虽不公正,但却是有利的。
§25.3καὶ τέλος εἰς τὸ ἄρχειν ἀνθρώπων τοσούτων καταστήσας τὴν πόλιν αὐτὸς ἐνέμεινε τῇ πενίᾳ καὶ τὴν ἀπὸ τοῦ πένης εἶναι δόξαν οὐδὲν ἧττον ἀγαπῶν τῆς ἀπὸ τῶν τροπαίων διετέλεσε.
最后,尽管他使自己的城市处于统治如此多的人的地位,他自己却仍处于贫困之中,并且继续热爱因贫困而获得的名望,丝毫不亚于从战胜纪念碑获得的名望。
δῆλον δʼ ἐκεῖθεν. Καλλίας ὁ δᾳδοῦχος ἦν αὐτῷ γένει προσήκων·
这一点从以下事件中可以看得很清楚:火炬手卡利亚斯在血缘上与他相通。
τοῦτον οἱ ἐχθροὶ θανάτου διώκοντες, ἐπεὶ περὶ ὧν ἐγράψαντο μετρίως κατηγόρησαν, εἶπόν τινα λόγον ἔξωθεν τοιοῦτον πρὸς τοὺς δικαστάς· §25.4Ἀριστείδην, ἔφησαν, ἴστε τὸν Λυσιμάχου θαυμαζόμενον ἐν τοῖς Ἕλλησι· τούτῳ πῶς οἴεσθε τὰ κατʼ οἶκον ἔχειν ὁρῶντες αὐτὸν ἐν τρίβωνι τοιούτῳ προερχόμενον εἰς τὸ δημόσιον;
卡利亚斯的仇敌们以死罪起诉他,在对起诉书中的指控进行了适度的控诉之后,他们对法官们说了一些与案情无关的如下之话: “阿里斯泰德,” 他们说, “你们知道,就是那个在希腊人中受到赞赏的鲁西马科斯之子;当你们看到他穿着这样一件破旧的斗篷出现在公共场所时,你们认为他的家境如何?
ἆρʼ οὐκ εἰκός ἐστι τὸν ῥιγοῦντα φανερῶς καὶ πεινᾶν οἴκοι καὶ τῶν ἄλλων ἐπιτηδείων σπανίζειν;
一个显然在外受冻的人,在家里挨饿并缺乏其他生活必需品,这不是理所当然的吗?
τοῦτον μέντοι Καλλίας, ἀνεψιὸν ὄντα, πλουσιώτατος ὢν Ἀθηναίων περιορᾷ μετὰ τέκνων καὶ γυναικὸς ἐνδεόμενον, πολλὰ κεχρημένος τῷ ἀνδρὶ καὶ πολλάκις αὐτοῦ τῆς παρʼ ὑμῖν δυνάμεως ἀπολελαυκώς.
然而,卡利亚斯作为他的表兄弟,又是雅典最富有的人,却对面临匮乏的他和妻儿视而不见,尽管他曾多方利用这个男人,并屡次从他在你们面前的影响力中获益。
§25.5ὁ δὲ Καλλίας ὁρῶν ἐπὶ τούτῳ μάλιστα θορυβοῦντας τοὺς δικαστὰς καὶ χαλεπῶς πρὸς αὐτὸν ἔχοντας ἐκάλει τὸν Ἀριστείδην, ἀξιῶν μαρτυρῆσαι πρὸς τοὺς δικαστάς, ὅτι πολλάκις αὐτοῦ πολλὰ καὶ διδόντος καὶ δεομένου λαβεῖν οὐκ ἠθέλησεν ἀποκρινόμενος, ὡς μᾶλλον αὐτῷ διὰ πενίαν μέγα φρονεῖν ἢ Καλλίᾳ διὰ πλοῦτον προσήκει· πλούτῳ μὲν γὰρ ἔστι πολλοὺς ἰδεῖν εὖ τε καὶ κακῶς χρωμένους, πενίαν δὲ φέροντι γενναίως οὐ ῥᾴδιον ἐντυχεῖν· αἰσχύνεσθαι δὲ πενίαν τοὺς ἀκουσίως πενομένους.
” 卡利亚斯看到法官们为此大为骚动并对他态度严厉,便召唤阿里斯泰德,要求他向法官们作证:尽管卡利亚斯多次赠送许多东西并恳求他接受,但他都不愿意接受,并回答说,比起卡利亚斯因财富而骄傲,自己因贫困而自豪更为合适;因为关于财富,人们可以看到许多人既能善用它也能恶用它,但要遇到一个高尚地忍受贫困的人却不容易;而感到贫困可耻的,只是那些并非自愿贫困的人。
§25.6ταῦτα δὲ τοῦ Ἀριστείδου τῷ Καλλίᾳ προσμαρτυρήσαντος οὐδεὶς ἦν τῶν ἀκουόντων, ὃς οὐκ ἀπῄει πένης μᾶλλον ὡς Ἀριστείδης εἶναι βουλόμενος ἢ πλουτεῖν ὡς Καλλίας.
当阿里斯泰德为卡利亚斯证明了这些之后,听众中没有一个人在离去时不希望像阿里斯泰德那样贫穷,而不是像卡利亚斯那样富有。
ταῦτα μὲν οὖν Αἰσχίνης ὁ Σωκρατικὸς ἀναγέγραφε.
苏格拉底的门徒埃斯基内斯记录了这些事。
Πλάτων δὲ τῶν μεγάλων δοκούντων καὶ ὀνομαστῶν Ἀθήνησι μόνον ἄξιον λόγου τοῦτον ἀποφαίνει τὸν ἄνδρα· Θεμιστοκλέα μὲν γὰρ καὶ Κίμωνα καὶ Περικλέα στοῶν καὶ χρημάτων καὶ φλυαρίας πολλῆς ἐμπλῆσαι τὴν πόλιν, Ἀριστείδην δὲ πολιτεύσασθαι πρὸς ἀρετήν.
而柏拉图则宣布,在雅典那些看似伟大且有名望的人中,只有这个男人值得一提;因为特米斯托克勒、奇蒙和伯里克利让城市充斥着柱廊、金钱和许多废话,而阿里斯泰德则是为了德行而治理国家。
§25.7μεγάλα δʼ αὐτοῦ καὶ τὰ πρὸς Θεμιστοκλέα τῆς ἐπιεικείας σημεῖα.
他对特米斯托克勒宽大仁厚的证明也是伟大的。
χρησάμενος γὰρ αὐτῷ παρὰ πᾶσαν ὁμοῦ τὴν πολιτείαν ἐχθρῷ καὶ διʼ ἐκεῖνον ἐξοστρακισθείς, ἐπεὶ τὴν αὐτὴν λαβὴν παρέσχεν ὁ ἀνὴρ ἐν αἰτίᾳ γενόμενος πρὸς τὴν πόλιν, οὐκ ἐμνησικάκησεν, ἀλλʼ Ἀλκμαίωνος καὶ Κίμωνος καὶ πολλῶν ἄλλων ἐλαυνόντων καὶ κατηγορούντων μόνος Ἀριστείδης οὔτʼ ἔπραξεν οὔτʼ εἶπέ τι φαῦλον, οὐδʼ ἀπέλαυσεν ἐχθροῦ δυστυχοῦντος, ὥσπερ οὐδʼ εὐημεροῦντι πρότερον ἐφθόνησε.
因为尽管在几乎整个政治生涯中他都以特米斯托克勒为敌,并且因为他而被陶片放逐,但当那个男人受到指控、向城市暴露了同样的把柄时,他并没有怀恨在心,而是在阿尔克迈翁、奇蒙和许多其他人都在逼迫和控告他时,唯独阿里斯泰德既没有做也没有说任何卑劣的事,也没有从敌人的不幸中获得快乐,正如他以前在特米斯托克勒得势时未曾嫉妒过他一样。

词汇与语法注释

  1. §25.1τῶν πραγμάτων... ἐκβιαζομένων — 属格绝对构文。`ἐκβιαζομένων` 的逻辑主语是 `τῶν πραγμάτων`,在语境中解释为“当事态(国家局势)迫使〔他们进行更强力的统治〕时”。
  2. §25.2ὡς συχνῆς καὶ ἀδικίας δεομένην — `ὡς` 连同分词的结构。分词 `δεομένην`(源自 `δέομαι` “需要”)为阴性单数宾格,修饰前文的 `τὴν ὑπόθεσιν`(“基本政策”),表示主观原因:“因为该政策需要大量的非正义”。
  3. §25.3τὴν ἀπὸ τοῦ πένης εἶναι δόξαν — 介词短语 `ἀπὸ τοῦ πένης εἶναι` 冠词性地置于冠词 `τὴν` 与名词 `δόξαν` 之间。`τοῦ πένης εἶναι` 是带定冠词中性属格 `τοῦ` 的不定式短语(“处于贫困之中”),受介词 `ἀπὸ` 支配。
  4. §25.4τὸν ῥιγοῦντα φανερῶς — 分词 `ῥιγοῦντα`(源自 `ῥιγόω` “挨冻、感觉寒冷”的现在分词宾格)作为前文代词 `τοῦτον`(指阿里斯泰德)的同格或叙述性修饰。语境中用以加强基于其外表事实的推论:“一个显然在外受冻的人〔在家里挨饿也是理所当然的〕”。
  5. §25.5ὡς μᾶλλον αὐτῷ διὰ πενίαν μέγα φρονεῖν ἢ Καλλίᾳ διὰ πλοῦτον προσήκει — 在间接引语中由 `ὡς` 引导的“对格与不定式”结构(此处表现为与格配不定式)。不定式 `μέγα φρονεῖν`(“自豪、骄傲”)作为非人称动词 `προσήκει`(“合适、应当”)的主语,并对与格的 `αὐτῷ`(阿里斯泰德)和 `Καλλίᾳ` 进行比较。
  6. §25.7οὐδʼ ἀπέλαυσεν ἐχθροῦ δυστυχοῦντος — 动词 `ἀπολαύω` 通常意为“享受、从中获益”,但在此处与不幸的敌人(`ἐχθροῦ δυστυχοῦντος`)连用,带有“幸灾乐祸”或“利用敌人的不幸”的否定含义。

引用这一段

普鲁塔克, 阿里斯提德传 §25.1-25.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:25.1-25.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。