§20.1ἐκ τούτου τῶν Ἀθηναίων τὸ ἀριστεῖον οὐ παραδιδόντων τοῖς Σπαρτιάταις οὐδὲ τρόπαιον ἱστάναι συγχωρούντων ἐκείνοις, παρʼ οὐδὲν ἂν ἦλθεν εὐθὺς ἀπολέσθαι τὰ πράγματα τῶν Ἑλλήνων ἐν τοῖς ὅπλοις διαστάντων, εἰ μὴ πολλὰ παρηγορῶν καὶ διδάσκων τοὺς συστρατήγους ὁ Ἀριστείδης, μάλιστα δὲ Λεωκράτη καὶ Μυρωνίδην, ἔσχε καὶ συνέπεισε τὴν κρίσιν ἐφεῖναι τοῖς Ἕλλησιν.
在此之后,由于雅典人不肯将战功奖赏让给斯巴达人,也不允许他们树立战胜纪念碑,如果不是阿里斯泰德多方劝慰和指引同僚将军们(尤其是莱奥克拉底和米罗尼德斯),制止了他们并说服他们将裁决权交托给希腊人,那么手持武器陷入分裂的希腊人事业,险些当即毁于一旦。
§20.2ἐνταῦθα βουλευομένων τῶν Ἑλλήνων Θεογείτων μὲν ὁ Μεγαρεὺς εἶπεν, ὡς ἑτέρᾳ πόλει δοτέον εἴη τὸ ἀριστεῖον, εἰ μὴ βούλονται συνταράξαι πόλεμον ἐμφύλιον·
在此,当希腊人商议之时,墨伽拉人塞奥盖同说,如果他们不想激起内战,就应当将战功奖赏授予另一个城邦。
ἐπὶ τούτῳ δʼ ἀναστὰς Κλεόκριτος ὁ Κορίνθιος δόξαν μὲν παρέσχεν ὡς Κορινθίοις αἰτήσων τὸ ἀριστεῖον· ἦν γὰρ ἐν ἀξιώματι μεγίστῳ μετὰ τὴν Σπάρτην καὶ τὰς Ἀθήνας ἡ Κόρινθος·
对此,科林斯人克莱奥克里托斯站了起来,让人以为他要为科林斯人争取这一奖赏;因为在斯巴达和雅典之后,科林斯享有最高的声望。
εἶπε δὲ πᾶσιν ἀρέσαντα καὶ θαυμαστὸν λόγον ὑπὲρ Πλαταιέων, καὶ συνεβούλευσε τὴν φιλονεικίαν ἀνελεῖν ἐκείνοις τὸ ἀριστεῖον ἀποδόντας, οἷς οὐδετέρους τιμωμένοις ἄχθεσθαι.
然而,他代表普拉提亚人发表了一番令所有人满意的奇妙演说,并建议通过将战功授予那些受奖时双方都不会感到不满的人,来消除这场争端。
§20.3ῥηθέντων δὲ τούτων πρῶτος μὲν Ἀριστείδης συνεχώρησεν ὑπὲρ τῶν Ἀθηναίων, ἔπειτα Παυσανίας ὑπὲρ τῶν Λακεδαιμονίων.
这些话一说完,首先是阿里斯泰德代表雅典人表示同意,接着是帕乌萨尼阿斯代表拉刻代蒙人表示同意。
οὕτω δὲ διαλλαγέντες ἐξεῖλον ὀγδοήκοντα τάλαντα τοῖς Πλαταιεῦσιν, ἀφʼ ὧν τὸ τῆς Ἀθηνᾶς ἀνῳκοδόμησαν ἱερὸν καὶ τὸ ἕδος ἔστησαν καὶ γραφαῖς τὸν νεὼν διεκόσμησαν, αἳ μέχρι νῦν ἀκμάζουσαι διαμένουσιν, ἔστησαν δὲ τρόπαιον ἰδίᾳ μὲν Λακεδαιμόνιοι, χωρὶς δʼ Ἀθηναῖοι.
他们就这样达成了和解,为普拉提亚人拨出了八十塔兰同,普拉提亚人利用这笔资金重建了雅典娜神庙,立起了神像,并用壁画装饰了殿堂,这些壁画直至今日依然完好如初;而拉刻代蒙人自己树立了一座纪念碑,雅典人也单独树立了一座。
§20.4περὶ δὲ θυσίας ἐρομένοις αὐτοῖς ἀνεῖλεν ὁ Πύθιος Διὸς ἐλευθερίου βωμὸν ἱδρύσασθαι, θῦσαι δὲ μὴ πρότερον ἢ τὸ κατὰ τὴν χώραν πῦρ ἀποσβέσαντας ὡς ὑπὸ τῶν βαρβάρων μεμιασμένον ἐναύσασθαι καθαρὸν ἐκ Δελφῶν ἀπὸ τῆς κοινῆς ἑστίας.
当他们询问有关献祭之事时,皮提亚的神明谕示他们要建立一座自由神宙斯的祭坛,但必须在熄灭全国境内因受蛮族污染而不再洁净的火,并从德尔斐的公共炉灶中引来纯洁的火之后,才能进行献祭。
οἱ μὲν οὖν ἄρχοντες τῶν Ἑλλήνων περιιόντες εὐθὺς ἠνάγκαζον ἀποσβεννύναι τὰ πυρὰ πάντα τοὺς χρωμένους, ἐκ δὲ Πλαταιέων Εὐχίδας ὑποσχόμενος ὡς ἐνδέχεται τάχιστα κομιεῖν τὸ παρὰ τοῦ θεοῦ πῦρ ἧκεν εἰς Δελφούς.
因此,希腊人的将领们四处巡视,立即强迫所有使用火的人熄灭一切火种;而普拉提亚人尤希达斯则承诺会以最快的速度将神明的火种带回,动身前往德尔斐。
§20.5ἁγνίσας δὲ τὸ σῶμα καὶ περιρρανάμενος ἐστεφανώσατο δάφνῃ· καὶ λαβὼν ἀπὸ τοῦ βωμοῦ τὸ πῦρ δρόμῳ πάλιν εἰς τὰς Πλαταιὰς ἐχώρει καὶ πρὸ ἡλίου δυσμῶν ἐπανῆλθε, τῆς αὐτῆς ἡμέρας χιλίους σταδίους κατανύσας.
他洗净身体并洒水净身后,戴上了月桂冠;他从祭坛取了火,又一路奔跑返回普拉提亚,在日落前赶了回来,在同一天内跑完了一千斯塔迪亚的旅程。
ἀσπασάμενος δὲ τοὺς πολίτας καὶ τὸ πῦρ παραδοὺς εὐθὺς ἔπεσε καὶ μετὰ μικρὸν ἐξέπνευσεν.
在向同胞市民问候并递交了火种之后,他立刻倒地,不久便气绝身亡。
ἀγάμενοι δʼ αὐτὸν οἱ Πλαταιεῖς ἔθαψαν ἐν τῷ ἱερῷ τῆς Εὐκλείας Ἀρτέμιδος, ἐπιγράψαντες τόδε τὸ τετράμετρον· "
Εὐχίδας Πυθῶδε θρέξας ἦλθε τᾷδʼ αὐθημερόν. "
普拉提亚人十分钦佩他,将他安葬在具足美誉的阿耳忒弥斯圣所中,并刻下了下面这首四音步诗:"尤希达斯奔向皮托,同日返抵此处。
§20.6τὴν δʼ Εὔκλειαν οἱ μὲν πολλοὶ καὶ καλοῦσι καὶ νομίζουσιν Ἄρτεμιν, ἔνιοι δέ φασιν Ἡρακλέους μὲν θυγατέρα καὶ Μυρτοῦς γενέσθαι, τῆς Μενοιτίου μὲν θυγατρός, Πατρόκλου δʼ ἀδελφῆς, τελευτήσασαν δὲ παρθένον ἔχειν παρά τε Βοιωτοῖς καὶ Λοκροῖς τιμάς.
"许多人确实称呼并视埃乌克勒亚为阿耳忒弥斯,但也有人说她是赫拉克勒斯与米尔托的女儿,而米尔托则是墨诺提俄斯的女儿、帕特罗克洛斯的姊妹;她以处子之身去世,因此在波奥提亚人和洛克里人中享有尊崇。
βωμὸς γὰρ αὐτῇ καὶ ἄγαλμα κατὰ πᾶσαν ἀγορὰν ἵδρυται, καὶ προθύουσιν αἵ τε γαμούμεναι καὶ οἱ γαμοῦντες.
因为在每个广场上都建立有她的祭坛和雕像,新郎和新妇都会在婚前向她献祭。