Humanitext Reader

普鲁塔克 · 阿里斯提德传 §22.1-22.2

公职对平民的开放与否决地米斯托克利的密谋

第 22 段,共 27 段 · 希腊语

内容简介

阿里斯泰德鉴于人民的英勇与强大,提议将官职向所有雅典人开放。地米斯托克利提出烧毁希腊联军海军基地的秘密计划,阿里斯泰德评其虽最有利却最不正义,雅典人民出于正义感否决了该计划。

§22.1ἐπεὶ δʼ ἀναχωρήσαντας εἰς τὸ ἄστυ τοὺς Ἀθηναίους ὁ Ἀριστείδης ἑώρα ζητοῦντας τὴν δημοκρατίαν ἀπολαβεῖν, ἅμα μὲν ἄξιον ἡγούμενος διὰ τὴν ἀνδραγαθίαν ἐπιμελείας τὸν δῆμον, ἅμα δʼ οὐκ ἔτι ῥᾴδιον ἰσχύοντα τοῖς ὅπλοις καὶ μέγα φρονοῦντα ταῖς νίκαις ἐκβιασθῆναι, γράφει ψήφισμα κοινὴν εἶναι τὴν πολιτείαν καὶ τοὺς ἄρχοντας ἐξ Ἀθηναίων πάντων αἱρεῖσθαι.
当阿里斯泰德看到雅典人返回城邦后企图恢复民主政,他一方面认为人民因其英勇而值得关照,另一方面也认为他们因拥有武力且为胜利而自豪,已不再容易被强力所压制,于是起草了一项法令:公民权应对所有人开放,且执政官应从所有雅典人中选出。
§22.2Θεμιστοκλέους δὲ πρὸς τὸν δῆμον εἰπόντος, ὡς ἔχει τι βούλευμα καὶ γνώμην ἀπόρρητον, ὠφέλιμον δὲ τῇ πόλει καὶ σωτήριον, ἐκέλευσαν Ἀριστείδην μόνον ἀκοῦσαι καὶ συνδοκιμάσαι.
当地米斯托克利对人民说他有一个秘密计划和意图,对城邦有益且能带来拯救时,人民命令仅由阿里斯泰德一人听取并共同审查。
φράσαντος δὲ τῷ Ἀριστείδη τοῦ Θεμιστοκλέους, ὡς διανοεῖται τὸν ναύσταθμον ἐμπρῆσαι τῶν Ἑλλήνων, οὕτω γὰρ ἔσεσθαι μεγίστους καὶ κυρίους ἁπάντων τοὺς Ἀθηναίους, παρελθὼν εἰς τὸν δῆμον ὁ Ἀριστείδης ἔφη τῆς πράξεως, ἣν Θεμιστοκλῆς πράττειν διανοεῖται, μήτε λυσιτελεστέραν ἄλλην μήτʼ ἀδικωτέραν εἶναι.
当地米斯托克利告诉阿里斯泰德,他正计划烧毁希腊人的海军基地,因为这样雅典人将变得最强大并成为所有人的主宰时,阿里斯泰德来到人民面前,说道:地米斯托克利企图付诸行动的这一行为,没有比它更划算的了,但也同样没有比它更不正义的了。
ταῦτʼ ἀκούσαντες οἱ Ἀθηναῖοι παύσασθαι τὸν Θεμιστοκλέα προσέταξαν.
雅典人听后,便命令地米斯托克利停止这一计划。
οὕτω μὲν ὁ δῆμος ἦν φιλοδίκαιος, οὕτω δὲ τῷ δήμῳ πιστὸς ὁ ἀνὴρ καὶ βέβαιος.
人民就是如此热爱正义,而那个人对人民也是如此忠诚和可靠。

词汇与语法注释

  1. §22.1ἐκβιασθῆναι — 动词 ἐκβιάζομαι(强力夺取、强迫)的被动不定式。其逻辑主语是前文两个宾格分词 ἰσχύοντα 和 μέγα φρονοῦντα 所修饰的(省略的)“人民(τὸν δῆμον)”,表示“被武力排斥(于国政之外)”或“被强力压制”。
  2. §22.2τῆς πράξεως — 在带介词/不定式结构(μήτε λυσιτελεστέραν ... εἶναι)中表示比较基准的属格。它作为关系代词 ἣν 的先行词被提前至句首(前置手法)。不定式 εἶναι 的逻辑主语是 ἄλλην(任何其他行为)。

引用这一段

普鲁塔克, 阿里斯提德传 §22.1-22.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:22.1-22.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。