Humanitext Reader

普鲁塔克 · 阿里斯提德传 §1.1-1.9

关于阿里斯提德财产状况的争论

第 1 段,共 27 段 · 希腊语

内容简介

普鲁塔克探讨了关于阿里斯提德财产状况的争论,将他极其贫困的传统说法与法勒鲁姆的德米特里关于其富裕的论点(执政官、陶片放逐、合唱鼎)进行对比,并结合帕奈提乌斯等人的观点对德米特里进行了反驳。

§1.1Ἀριστείδης ὁ Λυσιμάχου φυλῆς μὲν ἦν Ἀντιοχίδος, τῶν δὲ δήμων Ἀλωπεκῆθεν.
吕西马科斯之子阿里斯提德属于安条克部落,是阿罗佩科区人。
περὶ δʼ οὐσίας αὐτοῦ λόγοι διάφοροι γεγόνασιν, οἱ μὲν ὡς ἐν πενίᾳ συντόνῳ καταβιώσαντος καὶ μετὰ τὴν τελευτὴν ἀπολιπόντος θυγατέρας δύο πολὺν χρόνον ἀνεκδότους διʼ ἀπορίαν γενομένας· §1.2πρὸς δὲ τοῦτον τὸν λόγον ὑπὸ πολλῶν εἰρημένον ἀντιτασσόμενος ὁ Φαληρεὺς Δημήτριος ἐν τῷ Σωκράτει χωρίον Φαληροῖ φησι γινώσκειν Ἀριστείδου γενόμενον, ἐν ᾧ τέθαπται, καὶ τεκμήρια τῆς περὶ τὸν οἶκον εὐπορίας ἓν μὲν ἡγεῖται τὴν ἐπώνυμον ἀρχήν, ἣν ἦρχεν ὁ τῷ κυάμῳ λαχὼν ἐκ τῶν γενῶν τῶν τὰ μέγιστα τιμήματα κεκτημένων, οὓς πεντακοσιομεδίμνους προσηγόρευον, ἕτερον δὲ τὸν ἐξοστρακισμόν· §1.3οὐδενὶ γὰρ τῶν πενήτων, ἀλλὰ τοῖς ἐξ οἴκων τε μεγάλων καὶ διὰ γένους ὄγκον ἐπιφθόνων ὄστρακον ἐπιφέρεσθαι·
关于他的财产状况,有着各种不同的说法:有人说他在极度贫困中度过了余生,死后留下的两个女儿因为贫穷而长期未能出嫁;但是,法勒鲁姆的德米特里在《苏格拉底》一书中,反对这个被许多人说过的观点,宣称他知道阿里斯提德在法勒鲁姆有一处地产,阿里斯提德就葬在那里。 他还提出了两个证据来证明其家境富裕,第一是他曾担任过以其名命名的执政官,该职位是通过摇豆抽签从拥有最大资产评级的阶层(即被称为“五百石级”的人)中选出的;第二是他的陶片放逐;因为他认为,陶片放逐并不是针对穷人,而是针对那些出身名门、因家族声望而招致嫉妒的人。
τρίτον δὲ καὶ τελευταῖον, ὅτι νίκης ἀναθήματα χορηγικοὺς τρίποδας ἐν Διονύσου καταλέλοιπεν, οἳ καὶ καθʼ ἡμᾶς ἐδείκνυντο τοιαύτην ἐπιγραφὴν διασώζοντες· Ἀντιοχὶς ἐνίκα, Ἀριστείδης ἐχορήγει, Ἀρχέστρατος ἐδίδασκε.
第三点也是最后一点,是他将胜利的奉纳物——合唱助祭的三脚鼎留在狄奥尼索斯神殿,这些三脚鼎在我们的时代仍被展示,并保留着这样的铭文: “安条克部落获胜,阿里斯提德担任合唱助祭,阿尔凯斯特拉托斯担任指导。
§1.4τουτὶ μὲν οὖν, καίπερ εἶναι δοκοῦν μέγιστον, ἀσθενέστατόν ἐστι.
” 然而,这第三个证据虽然看起来最强有力,其实却是最薄弱的。
καὶ γὰρ Ἐπαμεινώνδας, ὃν πάντες ἄνθρωποι γινώσκουσιν ἐν πενίᾳ καὶ τραφέντα πολλῇ καὶ βιώσαντα, καὶ Πλάτων ὁ φιλόσοφος οὐκ ἀφιλοτίμους ἀνεδέξαντο χορηγίας, ὁ μὲν αὐληταῖς ἀνδράσιν, ὁ δὲ παισὶ κυκλίοις χορηγήσας, τούτῳ μὲν Δίωνος τοῦ Συρακουσίου τὴν δαπάνην παρέχοντος, Ἐπαμεινώνδᾳ δὲ τῶν περὶ Πελοπίδαν.
因为即使是大家都知道在极度贫困中抚养成人并度过一生的伊巴密浓达,以及哲学者柏拉图,也都承担过极有声望的合唱助祭工作,前者为成年长笛手合唱队,后者为少年的环舞合唱队提供赞助。 柏拉图的费用是由叙拉古的迪翁提供的,而伊巴密浓达的费用则是由佩洛皮达斯及其同伴提供的。
§1.5οὐ γὰρ ἔστι τοῖς ἀγαθοῖς ἀκήρυκτος καὶ ἄσπονδος πρὸς τὰς παρὰ τῶν φίλων δωρεὰς πόλεμος, ἀλλὰ τὰς εἰς ἀπόθεσιν καὶ πλεονεξίαν ἀγεννεῖς ἡγούμενοι καὶ ταπεινάς, ὅσαι φιλοτιμίας τινὸς ἀκερδοῦς ἔχονται καὶ λαμπρότητος οὐκ ἀπωθοῦνται.
因为对于善人而言,他们并不是对朋友的馈赠进行毫不宣战、互不妥协的战争;相反,虽然他们认为那些用于储蓄和贪婪的礼物是卑劣和下贱的,但他们并不会拒绝那些带有无私的名誉欲和华丽色彩的礼物。
Παναίτιος μέντοι περὶ τοῦ τρίποδος ἀποφαίνει τὸν Δημήτριον ὁμωνυμίᾳ διεψευσμένον· §1.6ἀπὸ γὰρ τῶν Μηδικῶν εἰς τὴν τελευτὴν τοῦ Πελοποννησιακοῦ πολέμου δύο μόνους Ἀριστείδας χορηγοὺς ἀναγράφεσθαι νικῶντας, ὧν οὐδέτερον εἶναι τῷ Λυσιμάχου τὸν αὐτόν, ἀλλὰ τὸν μὲν Ξενοφίλου πατρός, τὸν δὲ χρόνῳ πολλῷ νεώτερον, ὡς ἐλέγχει τὰ γράμματα τῆς μετʼ Εὐκλείδην ὄντα γραμματικῆς καὶ προσγεγραμμένος ὁ Ἀρχέστρατος, ὃν ἐν τοῖς Μηδικοῖς οὐδείς, ἐν δὲ τοῖς Πελοποννησιακοῖς συχνοὶ χορῶν διδάσκαλον ἀναγράφουσι.
然而,帕奈提乌斯关于三脚鼎一事,指出德米特里被同名异人所误导;因为从希波战争到伯罗奔尼撒战争结束,仅有两个阿里斯提德被记载为获胜的合唱助祭,其中没有一个是吕西马科斯之子。 其中一人是克塞诺菲路斯之子,另一人则在时间上晚得多,这从铭文的字形属于尤克里德斯之后的书体可以证实,并且附记的阿尔凯斯特拉托斯,在希波战争时期没有任何人记载他为合唱指导,但在伯罗奔尼撒战争期间有许多人记载他为指导。
§1.7τὸ μὲν οὖν τοῦ Παναιτίου βέλτιον ἐπισκεπτέον ὅπως ἔχει.
因此,帕奈提乌斯的说法究竟如何应当更仔细地审视。
τῷ δʼ ὀστράκῳ πᾶς ὁ διὰ δόξαν ἢ γένος ἢ λόγου δύναμιν ὑπὲρ τοὺς πολλοὺς νομιζόμενος ὑπέπιπτεν· ὅπου καὶ Δάμων ὁ Περικλέους διδάσκαλος, ὅτι τὸ φρονεῖν ἐδόκει τις εἶναι περιττός, ἐξωστρακίσθη.
但对于陶片放逐,凡是在名声、家族或辩论能力上被认为超越常人的人,都会遭受这一命运;甚至连伯里克的老师达蒙,也因为在聪明才智上显得出类拔萃而被放逐。
§1.8καὶ μὴν ἄρξαι γε τὸν Ἀριστείδην ὁ Ἰδομενεὺς οὐ κυαμευτόν, ἀλλʼ ἑλομένων Ἀθηναίων φησίν.
此外,伊多梅纽斯说阿里斯提德担任执政官并不是通过抽签,而是由雅典人选举产生的。
εἰ δὲ καὶ μετὰ τὴν ἐν Πλαταιαῖς μάχην ἦρξεν, ὡς αὐτὸς ὁ Δημήτριος γέγραφε, καὶ πάνυ πιθανόν ἐστιν ἐπὶ δόξῃ τοσαύτῃ καὶ κατορθώμασι τηλικούτοις ἀξιωθῆναι διʼ ἀρετὴν ἧς διὰ πλοῦτον ἐτύγχανον οἱ λαγχάνοντες.
如果他是在普拉提亚战役之后担任执政官的,正如德米特里自己所写的那样,那么在如此巨大的名声和伟大的功绩下,他因为美德而获得这一职位是极有说服力的,而以前那些通过抽签的人则是由于财富而获得它的。
§1.9ἀλλὰ γὰρ ὁ μὲν Δημήτριος οὐ μόνον Ἀριστείδην, ἀλλὰ καὶ Σωκράτην δῆλός ἐστι τῆς πενίας ἐξελέσθαι φιλοτιμούμενος ὡς μεγάλου κακοῦ· καὶ γὰρ ἐκείνῳ φησὶν οὐ μόνον τὴν οἰκίαν ὑπάρχειν, ἀλλὰ καὶ μνᾶς ἑβδομήκοντα τοκιζομένας ὑπὸ Κρίτωνος.
其实,德米特里显然不仅渴望将阿里斯提德,而且还渴望将苏格拉底从贫困中解救出来,仿佛贫困是一种极大的罪恶;因为他说苏格拉底不仅拥有自己的住宅,还有七十个米纳由克里托代为放债生息。

词汇与语法注释

  1. 1.1ὡς ἐν πενίᾳ συντόνῳ καταβιώσαντος — 带有连词 `ὡς` 的属格绝对结构,表明主观的主张或传闻(“认为他生活在极度贫困之中”),而非客观事实。其逻辑主语为前文的 `αὐτοῦ`。
  2. 1.5οὐ γὰρ ἔστι τοῖς ἀγαθοῖς ... πόλεμος — `τοῖς ἀγαθοῖς` 为所有格与格。整句的核心结构为“对于善人而言,并不存在战争”。介词短语 `πρὸς τὰς ... δωρεὰς` 修饰 `πόλεμος`,意为“针对馈赠的战争”。
  3. 1.8ἧς διὰ πλοῦτον ἐτύγχανον — 关系代名词 `ἧς` 是支配属格的动词 `τυγχάνω`(获得)的宾语。从上下文来看,更自然的解是将以往富人所获得的“执政官职位”(`ἀρχῆς`)作为省略的先行词,而非直接指向前的 `ἀρετὴν`(美德)。

引用这一段

普鲁塔克, 阿里斯提德传 §1.1-1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:1.1-1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。