§18.1δυσφορῶν οὖν ὁ Παυσανίας τοῖς παροῦσιν, ἄλλα τοῦ μάντεως ἐπʼ ἄλλοις ἱερεῖα καταβάλλοντος, τρέπεται πρὸς τὸ Ἡραῖον τῇ ὄψει δεδακρυμένος, καὶ τὰς χεῖρας ἀνασχὼν εὔξατο Κιθαιρωνίᾳ Ἥρᾳ καὶ θεοῖς ἄλλοις, οἳ Πλαταιΐδα γῆν ἔχουσιν, εἰ μὴ πέπρωται τοῖς Ἕλλησι νικᾶν, ἀλλὰ δράσαντάς γέ τι παθεῖν καὶ δείξαντας ἔργῳ τοῖς πολεμίοις, ὡς ἐπʼ ἄνδρας ἀγαθοὺς καὶ μάχεσθαι μεμαθηκότας ἐστράτευσαν.
因此,眼见预言者接连宰杀祭牲却毫无吉兆,保萨尼亚斯对眼前的局势感到万分焦虑,他满眼含泪地转向赫拉神庙;他高举双手,向基萨伊隆的赫拉以及领有普拉提亚之地的其他神明祈祷:如果命运注定希腊人无法获得胜利,至少也让他们在倒下前建树一番,并用行动向敌人证明,他们所征讨的是群英勇且善战的男子汉。
§18.2ταῦτα τοῦ Παυσανίου θεοκλυτοῦντος ἅμα ταῖς εὐχαῖς ἐφάνη τὰ ἱερὰ καὶ νίκην ὁ μάντις ἔφραζε.
就在保萨尼亚斯如此呼唤神明之时,伴随着他的祈祷,祭祀中显现了吉兆,预言者随之宣告胜利。
καὶ δοθέντος εἰς ἅπαντας τοῦ παραγγέλματος καθίστασθαι πρὸς τοὺς πολεμίους, ἥ τε φάλαγξ ὄψιν ἔσχεν αἰφνιδίως ἑνὸς ζῴου θυμοειδοῦς πρὸς ἀλκὴν τρεπομένου καὶ φρίξαντος, τοῖς τε βαρβάροις τότε παρέστη λογισμός, ὡς πρὸς ἄνδρας ὁ ἀγὼν ἔσοιτο μαχουμένους ἄχρι θανάτου.
当命令传达到所有人,要求他们向敌军发起迎击时,方阵顿时呈现出一种令人惊异的姿态,仿佛一只凶猛的野兽正转过身来准备搏斗并竖起了毛发;此时,蛮族也意识到,这场战斗将是与一群誓死奋战的男子汉之间的对决。
§18.3διὸ καὶ προθέμενοι πολλὰ τῶν γέρρων ἐτόξευον εἰς τοὺς Λακεδαιμονίους.
因此,波斯人将许多柳条盾立在身前作屏障,向拉刻代蒙人乱箭齐发。
οἱ δὲ τηροῦντες ἅμα τὸν συνασπισμὸν ἐπέβαινον, καὶ προσπεσόντες ἐξεώθουν τὰ γέρρα, καὶ τοῖς δόρασι τύπτοντες πρόσωπα καὶ στέρνα τῶν Περσῶν πολλοὺς κατέβαλλον, οὐκ ἀπράκτως οὐδὲ ἀθύμως πίπτοντας.
而拉刻代蒙人一面向前推进,一面保持着盾牌紧密相连的阵形,冲上前去推倒了柳条盾,并用长枪刺击波斯人的脸部和胸部,击倒了许多人;但波斯人倒下时也并非无所作为,更非胆怯。
καὶ γὰρ ἀντιλαμβανόμενοι τῶν δοράτων ταῖς χερσὶ γυμναῖς συνέθραυον τὰ πλεῖστα, καὶ πρὸς τὰς ξιφουλκίας ἐχώρουν οὐκ ἀργῶς, ἀλλὰ ταῖς τε κοπίσι καὶ τοῖς ἀκινάκαις χρώμενοι καὶ τὰς ἀσπίδας παρασπῶντες καὶ συμπλεκόμενοι χρόνον πολὺν ἀντεῖχον.
因为他们用光着的手抓住长枪,折断了其中的大部分,并且毫不迟疑地拔出刀剑进行肉搏,他们使用弯刀和短剑,扯开对手的盾牌,与之近身扭打,坚持了很长时间。
§18.4οἱ δʼ Ἀθηναῖοι τέως μὲν ἠτρέμουν ἀναμένοντες τοὺς Λακεδαιμονίους, ἐπεὶ δὲ κραυγή τε προσέπιπτε πολλὴ μαχομένων καὶ παρῆν, ὥς φασιν, ἄγγελος παρὰ Παυσανίου τὰ γινόμενα φράζων, ὥρμησαν κατὰ τάχος βοηθεῖν.
与此同时,雅典人此前一直保持静止,等待着拉刻代蒙人;但当战斗者的巨大呼喊声传来,且据说来自保萨尼亚斯的使者也已赶到并说明了情况时,他们便急忙赶去增援。
καὶ προχωροῦσιν αὐτοῖς διὰ τοῦ πεδίου πρὸς τὴν βοὴν ἐπεφέροντο τῶν Ἑλλήνων οἱ μηδίζοντες,
当他们穿过平原朝着呼喊声方向前进时,那些投敌的希腊人向他们袭来。
§18.5Ἀριστείδης δὲ πρῶτον μέν, ὡς εἶδε, πολὺ προελθὼν ἐβόα, μαρτυρόμενος Ἑλληνίους θεούς, ἀπέχεσθαι μάχης καὶ μὴ σφίσιν ἐμποδὼν εἶναι μηδὲ κωλύειν ἐπαμύνοντας τοῖς προκινδυνεύουσιν ὑπὲρ τῆς Ἑλλάδος, ἐπεὶ δʼ ἑώρα μὴ προσέχοντας αὐτῷ καὶ συντεταγμένους ἐπὶ τὴν μάχην, οὕτω τῆς ἐκεῖ βοηθείας ἀποτραπόμενος συνέβαλε τούτοις περὶ πεντακισμυρίους οὖσιν.
阿里斯泰德一看见他们,首先向前走了很远并大声呼喊,昭告希腊的神明,要求他们避开战斗,不要阻碍或妨碍他们前去增援那些为了希腊而在最前线冒生命危险的人;但当他看到他们并不理会他,并且排好战斗阵形准备交战时,他便放弃了前去那里的增援,转而与这群约有五万之众的敌人交战。
§18.6ἀλλὰ τὸ μὲν πλεῖστον εὐθὺς ἐνέδωκε καὶ ἀπεχώρησεν, ἅτε δὴ καὶ τῶν βαρβάρων ἀπηλλαγμένων, ἡ δὲ μάχη λέγεται μάλιστα κατὰ Θηβαίους γενέσθαι, προθυμότατα τῶν πρώτων καὶ δυνατωτάτων τότε παρʼ αὐτοῖς μηδιζόντων καὶ τὸ πλῆθος οὐ κατὰ γνώμην, ἀλλʼ ὀλιγαρχούμενον ἀγόντων.
然而,他们的大部分人立即屈服并撤退了,因为蛮族也已经撤离;但据说战斗在针对底比斯人时进行得最为激烈,因为当时底比斯人中最显赫、最有权势的人最卖力地投靠波斯,并且违背民众的意愿,在寡头政治的统治下率领着他们。