§17.1ἐπελθούσης δὲ νυκτὸς καὶ τῶν στρατηγῶν ἀγόντων ἐπὶ τὴν ἀποδεδειγμένην στρατοπεδείαν οὐ πάνυ πρόθυμον ἦν ἕπεσθαι καὶ συμμένειν τὸ πλῆθος, ἀλλʼ ὡς ἀνέστησαν ἐκ τῶν πρώτων ἐρυμάτων ἐφέροντο πρὸς τὴν πόλιν τῶν Πλαταιέων οἱ πολλοί, καὶ θόρυβος ἦν ἐκεῖ διασκιδναμένων καὶ κατασκηνούντων ἀτάκτως.
夜幕降临,将领们率军前往指定的营地,士兵们却全然不愿跟随并留在一起;相反,他们一从最初的防御工事中撤出,大多数人就朝普拉提亚城涌去,由于他们无序地散开并安营扎寨,现场一片混乱。
Λακεδαιμονίοις δὲ συνέβαινεν ἄκουσι μόνοις ἀπολείπεσθαι τῶν ἄλλων·
结果,只有拉刻代蒙人违背本意,被其他人落在了后面。
§17.2Ἀμομφάρετος γάρ, ἀνὴρ θυμοειδὴς καὶ φιλοκίνδυνος, ἔκπαλαι πρὸς τὴν μάχην σπαργῶν καὶ βαρυνόμενος τὰς πολλὰς ἀναβολὰς καὶ μελλήσεις, τότε δὴ παντάπασι τὴν μετανάστασιν φυγὴν ἀποκαλῶν καὶ ἀπόδρασιν, οὐκ ἔφη λείψειν τὴν τάξιν, ἀλλʼ αὐτόθι μένων μετὰ τῶν ἑαυτοῦ λοχιτῶν ὑποστήσεσθαι Μαρδόνιον.
因为阿摩姆法勒图斯是一个性格刚烈、乐于冒险的人,他早就渴望战斗,并对多次的拖延和犹豫感到厌烦,此时他干脆将这次迁营称为完全的逃跑和潜逃,宣称自己绝不离开岗位,而要与自己的百人队一起留在原地,迎击马多尼乌斯。
§17.3ὡς δὲ Παυσανίας ἐπελθὼν ἔλεγε ταῦτα πράττειν ἐψηφισμένα καὶ δεδογμένα τοῖς Ἕλλησιν, ἀράμενος ταῖν χεροῖν πέτρον μέγαν ὁ Ἀμομφάρετος καὶ καταβαλὼν πρὸ τῶν ποδῶν τοῦ Παυσανίου ταύτην ἔφη ψῆφον αὐτὸς περὶ τῆς μάχης τίθεσθαι, τὰ δὲ τῶν ἄλλων δειλὰ βουλεύματα καὶ δόγματα χαίρειν ἐᾶν.
当保萨尼亚斯走上前来,对他说这些行动是希腊人投票并决定的,阿摩姆法勒图斯却用双手搬起一块大石头,砸在保萨尼亚斯的脚前,说这就是他自己为战斗所投的票,而对其他人那些胆怯的决议和决定,大可随它们去。
ἀπορούμενος δὲ Παυσανίας τῷ παρόντι πρὸς μὲν τοὺς Ἀθηναίους ἔπεμψεν ἀπιόντας ἤδη, περιμεῖναι δεόμενος καὶ κοινῇ βαδίζειν, αὐτὸς δὲ τὴν ἄλλην δύναμιν ἦγε πρὸς τὰς Πλαταιὰς ὡς ἀναστήσων τὸν Ἀμομφάρετον.
保萨尼亚斯对此局势感到无所适从,便派人前往已经出发的雅典人那里,请求他们等待并一同前进;而他自己则率领其余的军队朝普拉提亚前进,以此试图迫使阿摩姆法勒图斯撤离。
§17.4ἐν τούτῳ δὲ κατελάμβανεν ἡμέρα, καὶ Μαρδόνιος (οὐ γὰρ ἔλαθον τὴν στρατοπεδείαν ἐκλελοιπότες οἱ Ἕλληνες) ἔχων συντεταγμένην τὴν δύναμιν ἐπεφέρετο τοῖς Λακεδαιμονίοις βοῇ πολλῇ καὶ πατάγῳ τῶν βαρβάρων, ὡς οὐ μάχης ἐσομένης, ἀλλὰ φεύγοντας ἀναρπασομένων τοὺς Ἕλληνας.
在此期间,天亮了。 由于希腊人撤离营地并未避开敌人的耳目,马多尼乌斯率领整装待发的军队,在蛮族巨大的呼喊和喧闹声中向拉刻代蒙人袭来,仿佛这并非一场战斗,而是要将逃跑的希腊人一网打尽。
ὃ μικρᾶς ῥοπῆς ἐδέησε γενέσθαι.
这几乎就要实现了。
§17.5κατιδὼν γὰρ τὸ γινόμενον ὁ Παυσανίας ἔσχετο μὲν τῆς πορείας καὶ τὴν ἐπὶ μάχῃ τάξιν ἐκέλευσε λαμβάνειν ἕκαστον, ἔλαθε δʼ αὐτόν, εἴθʼ ὑπὸ τῆς πρὸς τὸν Ἀμομφάρετον ὀργῆς εἴτε τῷ τάχει θορυβηθέντα τῶν πολεμίων, σύνθημα μὴ δοῦναι τοῖς Ἕλλησιν.
保萨尼亚斯看到发生的一切,便停下行军,命令每个人进入战斗阵位;但由于对阿摩姆法勒图斯的愤怒,或是由于敌军的迅速逼近而惊慌失措,他竟忘了向希腊人下达口令。
ὅθεν οὔτʼ εὐθὺς οὔτʼ ἀθρόοι, κατʼ ὀλίγους δὲ καὶ σποράδην, ἤδη τῆς μάχης ἐν χερσὶν οὔσης, προσεβοήθουν.
因此,尽管战斗已经迫在眉睫,他们却既没有立即行动,也没有集结成群,而是三五成群、零星地赶来增援。
§17.6ὡς δὲ θυόμενος οὐκ ἐκαλλιέρει, προσέταξε τοῖς Λακεδαιμονίοις τὰς ἀσπίδας πρὸ τῶν ποδῶν θεμένους ἀτρέμα καθέζεσθαι καὶ προσέχειν αὐτῷ, μηδένα τῶν πολεμίων ἀμυνομένους, αὐτὸς δὲ πάλιν ἐσφαγιάζετο.
然而,由于祭祀未能显现吉兆,他命令拉刻代蒙人将盾牌放在脚前,静静地坐着等待,不要对任何敌人进行反击,而他自己则再次进行祭祀。
καὶ προσέπιπτον οἱ ἱππεῖς· ἤδη δὲ καὶ βέλος ἐξικνεῖτο καί τις ἐπέπληκτο τῶν Σπαρτιατῶν.
就在这时,敌人的骑兵冲了上来,箭矢已经射及他们,有一名斯巴达人已经受伤。
§17.7ἐν τούτῳ δὲ καὶ Καλλικράτης, ὃν ἰδέᾳ τε κάλλιστον Ἑλλήνων καὶ σώματι μέγιστον ἐν ἐκείνῳ τῷ στρατῷ γενέσθαι λέγουσι, τοξευθεὶς καὶ θνήσκων οὐκ ἔφη τὸν θάνατον ὀδύρεσθαι, καὶ γὰρ ἐλθεῖν οἴκοθεν ὑπὲρ τῆς Ἑλλάδος ἀποθανούμενος, ἀλλʼ ὅτι θνήσκει τῇ χειρὶ μὴ χρησάμενος.
在此期间,在当时那支军队中被誉为容貌最美、体格最魁梧的希腊人卡利克拉底也被箭射中,在临终前,他说他并不为死而悲伤,因为他离开家乡本就是为了希腊而死,但他遗憾的是自己未能亲手杀敌便死去了。
ἦν οὖν τὸ μὲν πάθος δεινόν, ἡ δʼ ἐγκράτεια θαυμαστὴ τῶν ἀνδρῶν. οὐ γὰρ ἠμύνοντο τοὺς πολεμίους ἐπιβαίνοντας, ἀλλὰ τὸν παρὰ τοῦ θεοῦ καὶ τοῦ στρατηγοῦ καιρὸν ἀναμένοντες ἠνείχοντο βαλλόμενοι καὶ πίπτοντες ἐν ταῖς τάξεσιν.
因此,当时的惨状虽令人触目惊心,但这些人的自制力却令人惊叹;因为他们并不向逼近的敌人反击,而是等待着来自神明和将领的契机,在队列中默默忍受着被击中和倒下的命运。
§17.8ἔνιοι δέ φασι τῷ Παυσανίᾳ μικρὸν ἔξω τῆς παρατάξεως θύοντι καὶ κατευχομένῳ τῶν Λυδῶν τινας ἄφνω προσπεσόντας ἁρπάζειν καὶ διαρρίπτειν τὰ περὶ τὴν θυσίαν, τὸν δὲ Παυσανίαν καὶ τοὺς περὶ αὐτὸν οὐκ ἔχοντας ὅπλα ῥάβδοις καὶ μάστιξι παίειν·
有些人则说,当保萨尼亚斯在战线外不远处进行祭祀和祈祷时,一些吕底亚人突然袭击了他,抢夺并扔散了祭品;而保萨尼亚斯及其身边的人因没有武器,便用手杖和鞭子抽打他们。
διὸ καὶ νῦν ἐκείνης τῆς ἐπιδρομῆς μιμήματα τὰς περὶ τὸν βωμὸν ἐν Σπάρτῃ πληγὰς τῶν ἐφήβων καὶ τὴν μετὰ ταῦτα τῶν Λυδῶν πομπὴν συντελεῖσθαι.
据说正因如此,直到今天,为了模仿那次突袭,斯巴达依然保留着在祭坛周围鞭笞青年以及随后进行的“吕底亚人游行”的仪式。