Humanitext Reader

普鲁塔克 · 阿里斯提德传 §19.1-19.7

马多尼乌斯战死与希腊联军的胜利

第 19 段,共 27 段 · 希腊语

内容简介

拉刻代蒙人和雅典人分别击败了波斯军与底比斯军,马多尼乌斯被一名斯巴达士兵击毙。作者详述了双方的伤亡人数,并反驳了希罗多德的记载,强调该战役是全希腊共同建立的伟业。

§19.1οὕτω δὲ τοῦ ἀγῶνος δίχα συνεστῶτος πρῶτοι μὲν ἐώσαντο τοὺς Πέρσας οἱ Λακεδαιμόνιοι· καὶ τὸν Μαρδόνιον ἀνὴρ Σπαρτιάτης ὄνομα Ἀρίμνηστος ἀποκτίννυσι, λίθῳ τὴν κεφαλὴν πατάξας, ὥσπερ αὐτῷ προεσήμανε τὸ ἐν Ἀμφιάρεω μαντεῖον.
在战斗如此一分为二的情况下,首先是拉刻代蒙人击退了波斯人;一个名叫阿里姆内斯托斯的斯巴达人用石头砸中马多尼乌斯的头部,将其杀死,正如此前阿姆菲阿拉奥斯神谕所向他预示的那样。
ἔπεμψε γὰρ ἄνδρα Λυδὸν ἐνταῦθα, Κᾶρα δὲ ἕτερον εἰς Τροφωνίου ὁ Μαρδόνιος· καὶ τοῦτον μὲν ὁ προφήτης Καρικῇ γλώσσῃ προσεῖπεν, §19.2ὁ δὲ Λυδὸς ἐν τῷ σηκῷ τοῦ Ἀμφιάρεω κατευνασθεὶς ἔδοξεν ὑπηρέτην τινὰ τοῦ θεοῦ παραστῆναι καὶ κελεύειν αὐτὸν ἀπιέναι, μὴ βουλομένου δὲ λίθον εἰς τὴν κεφαλὴν ἐμβαλεῖν μέγαν, ὥστε δόξαι πληγέντα τεθνάναι τὸν ἄνθρωπον·
因为马多尼乌斯曾派一个吕底亚人去那里,又派了另一个卡里亚人去特罗丰尼乌斯神谕所;而对于后者,祭司用卡里亚语向他说话,至于那名在阿姆菲阿拉奥斯圣所中留宿的吕底亚人,则梦见神的一名侍从站在他身边并命令他离开,当他不肯时,那侍从便朝他的头部扔去一块大石头,使这人看上去像是因遭到击打而死。
καὶ ταῦτα μὲν οὕτω γενέσθαι λέγεται.
据说这些事情就是这样发生的。
τοὺς δὲ φεύγοντας εἰς τὰ ξύλινα τείχη καθεῖρξαν.
他们将逃跑的敌人困在木寨之中。
ὀλίγῳ δʼ ὕστερον Ἀθηναῖοι τοὺς Θηβαίους τρέπονται, τριακοσίους τοὺς ἐπιφανεστάτους καὶ πρώτους διαφθείραντες ἐν αὐτῇ τῇ μάχῃ.
不久之后,雅典人击溃了底比斯人,在战斗中消灭了三百名最显赫、最显要的首领。
§19.3γεγενημένης δὲ τῆς τροπῆς ἧκεν αὐτοῖς ἄγγελος πολιορκεῖσθαι τὸ βαρβαρικὸν εἰς τὰ τείχη κατακεκλεισμένον.
溃败发生后,一名使者来到雅典人那里,通报蛮族已被困在寨中并遭到围攻。
οὕτω δὴ σώζεσθαι τοὺς Ἕλληνας ἐάσαντες ἐβοήθουν πρὸς τὰ τείχη· καὶ τοῖς Λακεδαιμονίοις παντάπασιν ἀργῶς πρὸς τειχομαχίαν καὶ ἀπείρως ἔχουσιν ἐπιφανέντες αἱροῦσι τὸ στρατόπεδον φόνῳ πολλῷ τῶν πολεμίων.
于是,他们听任那些投敌的希腊人逃命,转身前去寨前支援;他们出现在对攻坚战完全束手无策且毫无经验的拉刻代蒙人面前,通过大量杀伤敌人,攻占了营寨。
§19.4λέγονται γὰρ ἀπὸ τῶν τριάκοντα μυριάδων τετρακισμύριοι φυγεῖν σὺν Ἀρταβάζῳ, τῶν δʼ ὑπὲρ τῆς Ἑλλάδος ἀγωνισαμένων ἔπεσον οἱ πάντες ἐπὶ χιλίοις ἑξήκοντα καὶ τριακόσιοι.
因为据说在三十万大军中,有四万人随阿尔塔巴佐斯逃走,而为希腊而战的人中,总共阵亡了一千三百六十人。
τούτων Ἀθηναῖοι μὲν ἦσαν δύο καὶ πεντήκοντα, πάντες ἐκ τῆς Αἰαντίδος φυλῆς, ὥς φησι Κλείδημος, ἀγωνισαμένης ἄριστα· §19.5διὸ καὶ ταῖς Σφραγίτισι νύμφαις ἔθυον Αἰαντίδαι τὴν πυθόχρηστον θυσίαν ὑπὲρ τῆς νίκης, ἐκ δημοσίου τὸ ἀνάλωμα λαμβάνοντες· Λακεδαιμόνιοι δʼ ἑνὶ πλείους τῶν ἐνενήκοντα, Τεγεᾶται δʼ ἑκκαίδεκα.
其中雅典人有五十二人,正如克莱德莫斯所说,他们全部来自战斗得最出色的埃安提斯部落;因此,埃安提斯部落的人们向斯弗拉吉提斯仙女献上了皮提亚神谕所规定的牺牲,以庆祝胜利,其费用由公家支付;而拉刻代蒙人阵亡九十一人,特盖亚人阵亡十六人。
θαυμαστὸν οὖν τὸ Ἡροδότου, πῶς μόνους τούτους φησὶν εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις, τῶν δʼ ἄλλων Ἑλλήνων μηδένα.
因此,希罗多德说只有这些人与敌人交手,而其他希腊人一概没有,这实在令人惊异。
καὶ γὰρ τὸ πλῆθος τῶν πεσόντων μαρτυρεῖ καὶ τὰ μνήματα κοινὸν γενέσθαι τὸ κατόρθωμα· §19.6καὶ τὸν βωμὸν οὐκ ἂν ἐπέγραψαν οὕτως, εἰ μόναι τρεῖς πόλεις ἠγωνίσαντο, τῶν ἄλλων ἀτρέμα καθεζομένων· " τόνδε ποθʼ Ἕλληνες νίκας κράτει, ἔργῳ Ἄρηος, Πέρσας ἐξελάσαντες ἐλευθέρᾳ Ἑλλάδι κοινὸν ἱδρύσαντο Διὸς βωμὸν ἐλευθερίου.
因为阵亡者的数量和墓碑都证明,这一胜利是共同取得的成果;如果只有三个城邦参战,而其他城邦则袖手旁观,他们也不会在祭坛上刻下这样的碑文: "希腊人曾凭胜利的威力,借阿瑞斯之伟业,驱逐了波斯人,为自由的希腊共同建立了这尊自由神宙斯的祭坛。
" §19.7ταύτην τὴν μάχην ἐμαχέσαντο τῇ τετράδι τοῦ Βοηδρομιῶνος ἱσταμένου κατʼ Ἀθηναίους, κατὰ δὲ Βοιωτοὺς τετράδι τοῦ Πανέμου φθίνοντος, ᾗ καὶ νῦν ἔτι τὸ Ἑλληνικὸν ἐν Πλαταιαῖς ἀθροίζεται συνέδριον καὶ θύουσι τῷ ἐλευθερίῳ Διῒ Πλαταιεῖς ὑπὲρ τῆς νίκης.
"这场战斗发生在雅典历法波德罗米昂月上旬第四天,而在波奥提亚历法中则是帕内莫斯月下旬第四天,直至今日,希腊大会仍于此日在普拉提亚集会,普拉提亚人也为胜利向自由神宙斯献祭。
τὴν δὲ τῶν ἡμερῶν ἀνωμαλίαν οὐ θαυμαστέον, ὅπου καὶ νῦν διηκριβωμένων τῶν ἐν ἀστρολογίᾳ μᾶλλον ἄλλην ἄλλοι μηνὸς ἀρχὴν καὶ τελευτὴν ἄγουσιν.
日期上的不一致不足为奇,因为即使在天文学更为精确的今天,不同的人对于月份的始末也仍有不同的计算。

词汇与语法注释

  1. 19.1ὥσπερ αὐτῷ προεσήμανε — 虽然代词 `αὐτῷ` 在语法上可以指代紧接其前的执行主语 `Ἀρίμνηστος`(阿里姆内斯托斯),但是紧接着叙述了马多尼乌斯亲自派遣使者向神谕所求问神谕的经过,故此处的预言对象是指马多尼乌斯本身。
  2. 19.2μὴ βουλομένου δὲ — 此处为省略了主语的属格独立结构。`βουλομένου`(表示同意、愿意)的逻辑主语需要补入前句中作为“对格加不定词结构”主语的 `αὐτὸν`(即吕底亚人)。
  3. 19.3τοὺς Ἕλληνας ἐάσαντες — 此处的 `τοὺς Ἕλληνας`(希腊人)指的是那些投靠波斯并被雅典人击败逃跑的希腊人(主要是底比斯人)。这表明雅典人没有对其进行穷追猛打,而是任由他们逃生(`σώζεσθαι`),以便优先前往包围波斯木寨的战场进行增援。
  4. 19.4ἐπὶ χιλίοις ἑξήκοντα καὶ τριακόσιοι — 此处前置词 `ἐπί` 支配与格,表示“在……之上、外加”的意思。即在1,000(`χιλίοις`)的基础之上加上360(`ἑξήκοντα καὶ τριακόσιοι`),表示总共为“1360人”。

引用这一段

普鲁塔克, 阿里斯提德传 §19.1-19.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:19.1-19.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。