Humanitext Reader

普鲁塔克 · 阿里斯提德传 §16.1-16.6

保萨尼亚斯互换侧翼的提议与希腊军后撤

第 16 段,共 27 段 · 希腊语

内容简介

保萨尼亚斯提议与拥有对阵波斯人经验的雅典人互换侧翼,经阿里斯泰德说服后雅典人欣然接受。马多尼乌斯见状也相应调整了部署,导致双方最终又换回了原位,希腊军因水源被毁决定向后撤军。

§16.1ἐν τούτῳ δʼ, ὡς Ἡρόδοτος ἱστορεῖ, Παυσανίας Ἀριστείδῃ προσέφερε λόγον, ἀξιῶν τοὺς Ἀθηναίους ἐπὶ τὸ δεξιὸν μετατάξαι καὶ κατὰ τοὺς Πέρσας ἀντιταχθῆναι, βέλτιον γὰρ ἀγωνιεῖσθαι τῆς τε μάχης ἐμπείρους γεγονότας καὶ τῷ προνενικηκέναι θαρροῦντας, αὑτῷ δὲ παραδοῦναι τὸ εὐώνυμον, ὅπου τῶν Ἑλλήνων οἱ μηδίζοντες ἐπιβάλλειν ἔμελλον.
在此期间,正如希罗多德所记载的,保萨尼亚斯向阿里斯泰德提出建议,要求将雅典人调往右翼,以此对阵波斯人,因为他们对这种战斗更有经验,且因先前的胜利而充满信心,会战斗得更出色;而要求将左翼移交给自己,因为在左翼,投靠波斯的希腊人正准备发起攻击。
§16.2οἱ μὲν οὖν ἄλλοι στρατηγοὶ τῶν Ἀθηναίων ἀγνώμονα καὶ φορτικὸν ἡγοῦντο τὸν Παυσανίαν, εἰ τὴν ἄλλην ἐῶν τάξιν ἐν χώρᾳ μόνους ἄνω καὶ κάτω μεταφέρει σφᾶς ὥσπερ εἵλωτας, κατὰ τὸ μαχιμώτατον προβαλλόμενος· ὁ δʼ Ἀριστείδης διαμαρτάνειν αὐτοὺς ἔφασκε τοῦ παντός, εἰ πρώην μὲν ὑπὲρ τοῦ τὸ εὐώνυμον κέρας ἔχειν διεφιλοτιμοῦντο Τεγεάταις καὶ προκριθέντες ἐσεμνύνοντο, §16.3νῦν δέ, Λακεδαιμονίων ἑκουσίως αὐτοῖς ἐξισταμένων τοῦ δεξιοῦ καὶ τρόπον τινὰ τὴν ἡγεμονίαν παραδιδόντων, οὔτε τὴν δόξαν ἀγαπῶσιν οὔτε κέρδος ἡγοῦνται τὸ μὴ πρὸς ὁμοφύλους καὶ συγγενεῖς, ἀλλὰ βαρβάρους καὶ φύσει πολεμίους ἀγωνίσασθαι.
当时,雅典的其他将领认为保萨尼亚斯不通情理、令人反感,因为他让其他队伍留在原处,却只把雅典人像黑劳士一样调来调去,并将他们置于敌人最善战的部分面前;但阿里斯泰德说,他们完全想错了,如果不久前他们还为了争夺左翼的位置而与特格亚人争执,并在获得优先选择时感到自豪,而现在,当拉刻代蒙人自愿将右翼让给他们,并在某种程度上将领导权移交时,他们既不珍惜这一荣誉,也不认为与他们交战的不是同族同宗之人,而是蛮族和天然的敌人,是一件幸事。
ἐκ τούτου πάνυ προθύμως οἱ Ἀθηναῖοι διημείβοντο τοῖς Σπαρτιάταις τὴν τάξιν· §16.4καὶ λόγος ἐχώρει διʼ αὐτῶν πολὺς ἀλλήλοις παρεγγυώντων, ὡς οὔτε ὅπλα βελτίω λαβόντες οὔτε ψυχὰς ἀμείνους οἱ πολέμιοι τῶν ἐν Μαραθῶνι προσίασιν, ἀλλὰ ταὐτὰ μὲν ἐκείνοις τόξα, ταὐτὰ δʼ ἐσθῆτος ποικίλματα καὶ χρυσὸς ἐπὶ σώμασι μαλακοῖς καὶ ψυχαῖς ἀνάνδροις· ἡμῖν δʼ ὅμοια μὲν ὅπλα καὶ σώματα, μεῖζον δὲ ταῖς νίκαις τὸ θάρσος, ὁ δʼ ἀγὼν οὐχ ὑπὲρ χώρας καὶ πόλεως μόνον, ὡς ἐκείνοις, ἀλλʼ ὑπὲρ τῶν ἐν Μαραθῶνι καὶ Σαλαμῖνι τροπαίων, ὡς μηδʼ ἐκεῖνα Μιλτιάδου δοκῇ καὶ τύχης, ἀλλὰ Ἀθηναίων.
因此,雅典人非常乐意地与斯巴达人互换了位置;他们的队伍中流传着许多话语,他们互相勉励道:“敌人向我们走来时,并没有比在马拉松交战的那些人拥有更好的武器,也没有更勇敢的灵魂,而是带着同样的弓箭,同样的彩衣,以及附在软弱身体和懦弱灵魂之上的黄金;而我们则拥有相似的武器和身体,但因以往的胜利而拥有更大的勇气,而且这场斗争不仅像那时的人一样是为了国土和城邦,更是为了马拉松和萨拉米斯的战利品,以免那些胜利显得像是属于米太亚德和运气的,而是属于雅典人的。
§16.5οὗτοι μὲν οὖν σπεύδοντες ἐν ἀμείψει τῶν τάξεων ἦσαν· αἰσθόμενοι δὲ Θηβαῖοι παρʼ αὐτομόλων Μαρδονίῳ φράζουσι.
” 因此,这些人正急于调换位置;但底比斯人察觉到了这一点,并通过逃兵转告了马多尼乌斯。
κἀκεῖνος εὐθύς, εἴτε δεδιὼς τοὺς Ἀθηναίους, εἴτε τοῖς Λακεδαιμονίοις συμπεσεῖν φιλοτιμούμενος, ἀντιπαρεξῆγε τοὺς Πέρσας ἐπὶ τὸ δεξιόν, τοὺς δὲ Ἕλληνας ἐκέλευε τοὺς σὺν αὐτῷ κατὰ τοὺς Ἀθηναίους ἵστασθαι.
马多尼乌斯随即——无论是出于对雅典人的恐惧,还是出于渴望与拉刻代蒙人交战——立刻将波斯人反向调往右翼,并命令与他在一起的希腊人对阵雅典人布阵。
§16.6γενομένης δὲ τῆς μετακοσμήσεως καταφανοῦς ὅ τε Παυσανίας ἀποτραπεὶς αὖθις ἐπὶ τοῦ δεξιοῦ κατέστη, καὶ Μαρδόνιος, ὥσπερ εἶχεν ἐξ ἀρχῆς, ἀνέλαβε τὸ εὐώνυμον κατὰ τοὺς Λακεδαιμονίους γενόμενος, ἥ τε ἡμέρα διεξῆλθεν ἀργή.
当这一部署调整变得明显时,保萨尼亚斯又转回右翼,而马多尼乌斯也恢复了最初的部署,回到左翼对阵拉刻代蒙人;这一天便在无战事中过去了。
καὶ τοῖς Ἕλλησι βουλευομένοις ἔδοξε πορρωτέρω μεταστρατοπεδεῦσαι καὶ καταλαβεῖν εὔυδρον χωρίον, ἐπεὶ τὰ πλησίον νάματα καθύβριστο καὶ διέφθαρτο τῶν βαρβάρων ἱπποκρατούντων.
希腊人经过商议,决定将营地迁往更远的地方,占据一处水源充足的场所,因为附近的泉水已被凭借骑兵占优的蛮族践踏和破坏了。

词汇与语法注释

  1. 16.1βέλτιον γὰρ ἀγωνιεῖσθαι — “带格不定式”句。直接引语中的将来直说语气 `βέλτιον ἀγωνιοῦνται` 在依赖于 `ἀξιῶν`(表示其要求的理由)的间接引语中,转变为将来不定式 `βέλτιον ἀγωνιεῖσθαι`,其主语由宾格分词 `γεγονότας` 和 `θαρροῦντας` 表示。
  2. 16.2εἰ τὴν ἄλλην ἐῶν τάξιν ἐν χώρᾳ μόνους ἄνω καὶ κάτω μεταφέρει σφᾶς — 表示情感原因的条件从句。此处的 `εἰ`(如果/既然)引导了一个事实性条件(“因为……之举”),表明了主句精神评价动词 `ἀγνώμονα καὶ φορτικὸν ἡγοῦντο`(认为其不通情理且令人反感)的直接原因或根据。
  3. 16.3τὸ μὴ πρὸς ὁμοφύλους καὶ συγγενεῖς, ἀλλὰ βαρβάρους καὶ φύσει πολεμίους ἀγωνίσασθαι — 冠词性不定式。带有中性单数宾格冠词 `τὸ` 的不定式 `ἀγωνίσασθαι` 使该从句名词化,作为 `ἡγοῦνται` 的宾语(或与宾语补足语 `κέρδος` 同格)。否定词 `μή` 用于否定不定式,符合语法规则。
  4. 16.4ὡς μηδʼ ἐκεῖνα Μιλτιάδου δοκῇ καὶ τύχης, ἀλλὰ Ἀθηναίων — 所有格属格的谓语用法。此处省略了诸如 `ἔργα`(功劳/功绩)之类的名词,因此属格 `Μιλτιάδου`(属于米太亚德)、`τύχης`(属于运气)和 `Ἀθηναίων`(属于雅典人)表示“归功于”或“属于……”。目的连词 `ὡς`(为了使……)后面使用了虚拟语气 `δοκῇ`。
  5. 16.6τῶν βαρβάρων ἱπποκρατούντων — 属格绝对结构。位于由 `ἐπεί`(因为)引导的原因从句内部,名词 `τῶν βαρβάρων` 和现在分词 `ἱπποκρατούντων` 均为属格,表示动词 `καθύβριστο καὶ διέφθαρτο` 所描述状态的原因(“因为蛮族凭借其骑兵占据优势”)。

引用这一段

普鲁塔克, 阿里斯提德传 §16.1-16.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:16.1-16.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。