Humanitext Reader

普鲁塔克 · 阿里斯提德传 §11.1-11.9

德尔斐的神谕与普拉提亚人的领土割让

第 11 段,共 27 段 · 希腊语

内容简介

阿里斯泰德在普拉提亚与希腊联军会合。面对德尔斐神谕中要求雅典人在本国领土内的德墨忒尔平原作战的难题,普拉提亚人慷慨地将领土割让给雅典以化解这一困境。

§11.1χειροτονηθεὶς δὲ στρατηγὸς αὐτοκράτωρ ἐπὶ τὴν μάχην, καὶ τῶν Ἀθηναίων ὀκτακισχιλίους ὁπλίτας ἀναλαβών, ἧκεν εἰς Πλαταιάς.
[阿里斯泰德]被选为全权负责这场战役的将军,并率领八千名雅典重装步兵来到普拉提亚。
ἐκεῖ δὲ καὶ Παυσανίας ὁ τοῦ σύμπαντος ἡγούμενος Ἑλληνικοῦ συνέμιξεν ἔχων τοὺς Σπαρτιάτας, καὶ τῶν ἄλλων Ἑλλήνων ἐπέρρει τὸ πλῆθος.
在当地,统率全体希腊联军的帕萨尼亚斯也带着斯巴达人与他会合,其他希腊人的大军也络绎不绝地涌来。
§11.2τῶν δὲ βαρβάρων τὸ μὲν ὅλον τῆς στρατοπεδείας παρὰ τὸν Ἀσωπὸν ποταμὸν παρεκτεταμένης οὐδεὶς ἦν ὄρος διὰ τὸ μέγεθος, περὶ δὲ τὰς ἀποσκευὰς καὶ τὰ κυριώτατα τεῖχος περιεφράξαντο τετράγωνον, οὗ τῶν πλευρῶν ἑκάστη μῆκος ἦν δέκα σταδίων.
至于蛮族,其整个军营沿着阿索波斯河延伸,由于其规模过于庞大,竟看不见任何边界;但他们在辎重和最重要物资的周围筑起了一座四方形的防御围墙,其每一边的长度为十斯塔迪翁。
Παυσανίᾳ μὲν οὖν καὶ τοῖς Ἕλλησι κοινῇ Τισαμενὸς ὁ Ἠλεῖος ἐμαντεύσατο, καὶ προεῖπε νίκην ἀμυνομένοις καὶ μὴ προεπιχειροῦσιν·
帕萨尼亚斯和希腊人共同向伊利斯人提萨梅诺斯祈求神示,他预言如果他们固守防线而不主动进攻,就会获得胜利。
§11.3Ἀριστείδου δὲ πέμψαντος εἰς Δελφοὺς ἀνεῖλεν ὁ θεὸς Ἀθηναίους καθυπερτέρους ἔσεσθαι τῶν ἐναντίων εὐχομένους τῷ Διῒ καὶ τῇ Ἥρα τῇ Κιθαιρωνίᾳ καὶ Πανὶ καὶ νύμφαις Σφραγίτισι, καὶ θύοντας ἥρωσιν Ἀνδροκράτει, Λεύκωνι, Πεισάνδρῳ, Δαμοκράτει, Ὑψίωνι, Ἀκταίωνι, Πολϋΐδῳ, καὶ τὸν κίνδυνον ἐν γᾷ ἰδίᾳ ποιουμένους ἐν τῷ πεδίῳ τᾶς Δάματρος τᾶς Ἐλευσινίας καὶ τᾶς Κόρας.
当阿里斯泰德向德尔斐派去使者时,神答复说,如果雅典人向宙斯、基泰戎的赫拉、潘以及斯弗拉吉提斯的女仙们祈祷,并向英雄安德罗克拉特斯、莱孔、佩桑德罗斯、达莫克拉特斯、许普西翁、阿克泰翁、波吕伊多斯献祭,且在厄琉息斯的德墨忒尔与科勒的平原上,于自己的土地上进行决战,他们就将战胜对手。
§11.4οὗτος ὁ χρησμὸς ἀνενεχθεὶς ἀπορίαν τῷ Ἀριστείδῃ παρεῖχεν.
这一神谕带回后,给阿里斯泰德带来了极大的困惑。
οἱ μὲν γὰρ ἥρωες, οἷς ἐκέλευε θύειν, ἀρχηγέται Πλαταιέων ἦσαν, καὶ τὸ τῶν Σφραγιτίδων νυμφῶν ἄντρον ἐν μιᾷ κορυφῇ τοῦ Κιθαιρῶνός ἐστιν, εἰς δυσμὰς ἡλίου θερινὰς τετραμμένον, ἐν ᾧ καὶ μαντεῖον ἦν πρότερον, ὥς φασι, καὶ πολλοὶ κατείχοντο τῶν ἐπιχωρίων, οὓς νυμφολήπτους προσηγόρευον.
因为神谕要求献祭的那些英雄是普拉提亚人的始祖,而斯弗拉吉提斯女仙的洞窟位于基泰戎山的一处山峰上,朝向夏季日落的方向,据说那里以前也有过神谕所,许多当地人曾在那里神魂颠倒,被人们称为“女仙凭依者”。
§11.5τὸ δὲ τῆς Ἐλευσινίας Δήμητρος πεδίον, καὶ τὸ τὴν μάχην ἐν ἰδίᾳ χώρᾳ ποιουμένοις τοῖς Ἀθηναίοις νίκην δίδοσθαι, πάλιν εἰς τὴν Ἀττικὴν ἀνεκαλεῖτο καὶ μεθίστη τὸν πόλεμον.
然而,厄琉息斯德墨忒尔的平原,以及雅典人在自己土地上作战方能获得胜利的条件,又把他们拉回了阿提卡,并使战争发生转移。
ἔνθα τῶν Πλαταιέων ὁ στρατηγὸς Ἀρίμνηστος ἔδοξε κατὰ τοὺς ὕπνους ὑπὸ τοῦ Διὸς τοῦ Σωτῆρος ἐπερωτώμενον αὑτόν, ὅ τι δὴ πράττειν δέδοκται τοῖς Ἕλλησιν, εἰπεῖν, αὔριον εἰς Ἐλευσῖνα τὴν στρατιὰν ἀπάξομεν, ὦ δέσποτα, καὶ διαμαχούμεθα τοῖς βαρβάροις ἐκεῖ κατὰ τὸ πυθόχρηστον.
此时,普拉提亚人的将军阿里姆内斯托斯在梦中似乎被救世主宙斯询问“希腊人究竟决定如何行动”,他回答道: “主宰啊,明天我们将把军队撤回厄琉息斯,并在那里按照神谕与蛮族决一死战。
§11.6τὸν οὖν θεὸν φάναι διαμαρτάνειν αὐτοὺς τοῦ παντός· αὐτόθι γὰρ εἶναι περὶ τὴν Πλαταϊκὴν τὰ πυθόχρηστα καὶ ζητοῦντας ἀνευρήσειν.
” 神于是说他们完全误会了;因为神谕所指的地方就在普拉提亚本地,只要寻找就能找到。
τούτων ἐναργῶς τῷ Ἀριμνήστῳ φανέντων ἐξεγρόμενος τάχιστα μετεπέμψατο τοὺς ἐμπειροτάτους καὶ πρεσβυτάτους τῶν πολιτῶν, μεθʼ ὧν διαλεγόμενος καὶ συνδιαπορῶν εὗρεν, ὅτι τῶν Ὑσιῶν πλησίον ὑπὸ τὸν Κιθαιρῶνα ναός ἐστιν ἀρχαῖος πάνυ Δήμητρος Ἐλευσινίας καὶ Κόρης προσαγορευόμενος.
这些景象清晰地呈现在阿里姆内斯托斯面前,他醒来后立即召集了城邦中最有经验和最年长的公民,与他们共同讨论商榷,终于发现,在许西亚附近、基泰戎山脚下,有一座非常古老的德墨忒尔与科勒的神殿,被称为厄琉息斯神殿。
§11.7εὐθὺς οὖν παραλαβὼν τὸν Ἀριστείδην ἦγεν ἐπὶ τὸν τόπον, εὐφυέστατον ὄντα παρατάξαι φάλαγγα πεζικὴν ἱπποκρατουμένοις, διὰ τὰς ὑπωρείας τοῦ Κιθαιρῶνος ἄφιππα ποιούσας τὰ καταλήγοντα καὶ συγκυροῦντα τοῦ πεδίου πρὸς τὸ ἱερόν.
于是他立即带着阿里斯泰德前往该地,那里极为适合在面对骑兵占优的敌军时部署步兵方阵,因为基泰戎山麓的斜坡使得平原尽头与神殿交接的地带无法通行骑兵。
αὐτοῦ δʼ ἦν καὶ τὸ τοῦ Ἀνδροκράτους ἡρῷον ἐγγύς, ἄλσει πυκνῶν καὶ συσκίων δένδρων περιεχόμενον.
安德罗克拉特斯的英雄陵墓也就在附近,周围环绕着茂密阴凉的树林。
§11.8ὅπως δὲ μηδὲν ἐλλιπὲς ἔχῃ πρὸς τὴν ἐλπίδα τῆς νίκης ὁ χρησμός, ἔδοξε τοῖς Πλαταιεῦσιν, Ἀριμνήστου γνώμην εἰπόντος, ἀνελεῖν τὰ πρὸς τὴν Ἀττικὴν ὅρια τῆς Πλαταιΐδος καὶ τὴν χώραν ἐπιδοῦναι τοῖς Ἀθηναίοις ὑπὲρ τῆς Ἑλλάδος ἐν οἰκείᾳ κατὰ τὸν χρησμὸν ἐναγωνίσασθαι.
为了让神谕在指引胜利的希望上不留任何遗憾,根据阿里姆内斯托斯的提议,普拉提亚人决定拆除普拉提亚与阿提卡接壤的边界,将这片土地赠予雅典人,以便他们能够按照神谕,在自己的土地上为希腊而战。
§11.9ταύτην μὲν οὖν τὴν φιλοτιμίαν τῶν Πλαταιέων οὕτω συνέβη περιβόητον γενέσθαι, ὥστε καὶ Ἀλέξανδρον ἤδη βασιλεύοντα τῆς Ἀσίας ὕστερον πολλοῖς ἔτεσι τειχίζοντα τὰς Πλαταιὰς ἀνειπεῖν Ὀλυμπιάσιν ὑπὸ κήρυκος, ὅτι ταύτην ὁ βασιλεὺς ἀποδίδωσι Πλαταιεῦσι τῆς ἀνδραγαθίας καὶ τῆς μεγαλοψυχίας χάριν, ἐπειδὴ τοῖς Ἕλλησιν ἐν τῷ Μηδικῷ πολέμῳ τὴν χώραν ἐπέδωκαν καὶ παρέσχον αὑτοὺς προθυμοτάτους.
普拉提亚人的这一慷慨义举后来传为美谈,以至于多年以后,已经统治亚洲的亚历山大大帝在重建普拉提亚城墙时,还在奥林匹亚运动会上通过传令官向世人宣告: “国王将此城归还给普拉提亚人,以表彰他们的英勇和宽宏大度,因为他们在波斯战争中将自己的土地让给希腊人,并展现出了最赤诚的热情。 ”

词汇与语法注释

  1. §11.2οὐδεῖς ἦν ὄρος — 尽管抄本写作 ὄρος(山),但通常被理解或校勘为 ὅρος(边界、极限),意指由于敌军营地过于庞大,以致看不见其边界。
  2. §11.3ἐν γᾷ ἰδίᾳ — 由于此处引用的是德尔斐的神谕,因此文本中保留了多利斯方言的形式(γᾷ ἰδίᾳ, τᾶς Δάματρος, τᾶς Ἐλευσινίας, τᾶς Κόρας)。
  3. §11.5τὸ δὲ τῆς Ἐλευσινίας Δήμητρος πεδίον, καὶ τὸ τὴν μάχην ἐν ἰδίᾳ χώρᾳ ποιουμένους τοῖς Ἀθηναίοις νίκην δίδοσθαι, πάλιν εἰς τὴν Ἀττικὴν ἀνεκαλεῖτο — 句首的两个主语——“厄琉息斯的德墨忒尔平原”以及带冠词的不定式从句“雅典人在自己的土地上战斗而获得胜利”(其不定式主语由 ποιουμένους 暗示为 Ἀθηναίους)——共同充当未完成过去式动词 ἀνεκαλεῖτο(和 μεθίστη)的主语。这描述了必须在雅典土地上作战的矛盾如何将他们的注意力重新引回阿提卡。
  4. §11.8ἐν οἰκείᾳ... ἐναγωνίσασθαι — 短语 ἐν οἰκείᾳ(在他们自己的[土地]上)省略了 γῇ(土地)。这直接呼应了神谕中的要求 ἐν γᾷ ἰδίᾳ(§11.3),表明普拉提亚人通过割让领土,使该地成为了雅典人的“本国领土”。

引用这一段

普鲁塔克, 阿里斯提德传 §11.1-11.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg024.humanitext-grc2:11.1-11.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。