§2.1ὅτι τοίνυν ἁπλοῦς τις ὁ Μάρκιος ὑπείληπται τῷ τρόπῳ γεγονέναι καὶ αὐθέκαστος, ὁ δὲ Ἀλκιβιάδης πανοῦργος ἐν τῇ πολιτείᾳ καὶ ἀναλήθης, οὐκ ἄδηλόν ἐστι.
至于马尔基乌斯被认为在性格上是单纯而直率的,而阿尔西比亚德斯在政坛上则是奸诈且不诚实的,这一点显而易见。
μάλιστα δὲ κατηγοροῦσιν αὐτοῦ κακοήθειαν καὶ ἀπάτην, ᾗ τοὺς Λακεδαιμονίων πρέσβεις παρακρουσάμενος, ὡς Θουκυδίδης ἱστόρηκε, τὴν εἰρήνην ἔλυσεν.
人们尤其谴责他的居心叵测与欺诈,正如修昔底德所记录的那样,他凭此欺骗了拉刻代蒙人的使者,从而破坏了和平协定。
§2.2ἀλλʼ αὕτη μὲν ἡ πολιτείᾳ, καίπερ εἰς πόλεμον αὖθις ἐμβαλοῦσα τὴν πόλιν, ἰσχυρὰν ἐποίησε καὶ φοβερὰν, τῆς Μαντινέων καὶ Ἀργείων συμμαχίας διʼ Ἀλκιβιάδου προσγενομένης· Μάρκιος δʼ ὅτι μὲν ἀπάτῃ καὶ αὐτὸς ἐξεπολέμωσε Ῥωμαίους καὶ Οὐολούσκους διαβαλὼν ψευδῶς τοὺς ἥκοντας ἐπὶ τὴν θέαν, Διονύσιος ἱστόρηκεν ἡ δʼ αἰτία φαυλότερον ποιεῖ τὸ ἔργον.
然而,这一政治策略虽然使城邦再次陷入战争,却因阿尔西比亚德斯促成曼蒂内亚人和阿耳戈斯人的联盟加入,而使城邦变得强大且令人畏惧;另一方面,正如狄奥尼修斯所记录的,马尔基乌斯自己也通过欺诈,诬陷前来观看演出的民众,从而挑起了罗马人与沃尔斯奇人之间的战争,但其动机却使这一行径显得更为卑劣。
§2.3οὐ γὰρ ἐκ φιλονεικίας οὐδὲ πολιτικῆς μάχης ἢ ἁμίλλης, ὡς ἐκεῖνος, ἀλλʼ ὀργῇ χαριζόμενος, παρʼ ἧς οὐδένα φησὶν ὁ Δίων ἀπολαβεῖν χάριν, πολλὰ τῆς Ἰταλίας μέρη συνετάραξε καὶ πολλὰς πόλεις οὐδὲν ἀδικούσας τῷ πρὸς τὴν πατρίδα θυμῷ παρανάλωσε.
因为他并不是像那个人(阿尔西比亚德斯)那样出于竞争心或政治斗争与角逐,而是出于顺从自己的愤怒——狄翁曾说,任何人都无法从愤怒中获得恩泽——由于对祖国的怨恨,他使意大利的许多地方陷入混乱,并顺带毁灭了许多毫无过错的城市。
καίτοι καὶ Ἀλκιβιάδης διʼ ὀργὴν μεγάλων αἴτιος συμφορῶν κατέστη τοῖς πολίταις.
然而,阿尔西比亚德斯同样因为愤怒,给他的同胞公民们带来了巨大的灾难。
§2.4ἀλλʼ ὅτε πρῶτον ἔγνω μεταμελομένους, εὐγνωμόνησε, καὶ πάλιν ἀπορριφείς οὐκ ἐφήσθη τοῖς στρατηγοῖς ἁμαρτάνουσιν οὐδὲ παρεῖδε κακῶς βουλευομένους καὶ κινδυνεύοντας, ἀλλʼ, ὅπερ Ἀριστείδης ἐπαινεῖται μάλιστα πράξας πρὸς Θεμιστοκλέα, τοῦτʼ ἐποίησε, πρὸς τοὺς τότʼ ἄρχοντας οὐ φίλους ὄντας ἐλθὼν καὶ φράσας τὸ δέον καὶ διδάξας.
但是,当他最初得知他们悔改时,便表现得宽宏大量;而且当他再次被抛弃时,并没有对犯错的将领们幸灾乐祸,也没有对他们决策失误、身处险境视而不见,而是做了阿里斯提德斯因对地米斯托克利所做而最受赞誉的那件事:他前去拜访当时并非自己朋友的将领们,告知他们应当做的事并予以指导。
§2.5Μάρκιος δὲ πρῶτον μὲν ὅλην κακῶς ἐποίει τὴν πόλιν οὐχ ὑφ̓ὅλης παθών, ἀλλὰ τοῦ βελτίστου καὶ κρατίστου μέρους συναδικηθέντος αὐτῷ καὶ συναλγήσαντος· ἔπειτα πολλαῖς πρεσβείαις καὶ δεήσεσι μίαν ἰωμένων ὀργὴν καὶ ἄγνοιαν οὐ τεγχθεὶς οὐδʼ εἴξας ἐδήλωσεν ἐπὶ τῷ διαφθεῖραι τὴν πατρίδα καὶ καταβαλεῖν, οὐχ ὅπως ἀπολάβῃ καὶ κατέλθῃ, βαρὺν πόλεμον καὶ ἄσπονδον ἐπανῃρημένος.
至于马尔基乌斯,首先,他危害了整个城邦,尽管他并非遭受了整个城邦的伤害,反而是其中最优秀、最显贵的部分与他一同遭遇不公并分担痛苦;其次,面对许多使团和祈求——这些人试图平息他一人的愤怒和无知——他既没有被打动,也没有屈服,而是表明他挑起这场沉重且势不两立的战争,绝非为了重新收复并返回祖国,而是为了毁灭和打倒它。
§2.6τούτῳ δὲ φήσει τις διαφέρειν Ἀλκιβιάδην μὲν γὰρ ἐπιβουλευόμενον ὑπὸ Σπαρτιατῶν διὰ δέος ἅμα καὶ μῖσος αὐτῶν μεταστῆναι πρὸς Ἀθηναίους, Μαρκίῳ δὲ πάντα δίκαια ποιοῦντας Οὐολούσκους οὐ καλῶς εἶχεν ἐγκαταλιπεῖν.
但有人会说,在这点上两人有所不同:因为阿尔西比亚德斯遭到斯巴达人的阴谋迫害,由于对他们的恐惧和仇恨而转投雅典人;而对于马尔基乌斯来说,抛弃对他仁至义尽、事事公正的沃尔斯奇人,是不体面的。
καὶ γὰρ ἡγεμὼν ἀποδέδεικτο καὶ μεγίστην πίστιν εἶχε μετὰ δυνάμεως, §2.7οὐχ ὡς ἐκεῖνος, ἀποχρωμένων μᾶλλον ἢ χρωμένων αὐτῷ Λακεδαιμονίων, ἐν τῇ πόλει περιιών καὶ κυλινδούμενος αὖθις ἐν τῷ στρατοπέδῳ τέλος εἰς τὰς Τισαφέρνου χεῖρας ἀφῆκεν αὑτόν· εἰ μὴ νὴ Δία μὴ φθαρῆναι τὰς Ἀθήνας παντάπασι ποθῶν κατελθεῖν ἐθεράπευε.
因为他已被任命为将领,并拥有伴随着兵力的极高信任,他不像那个人,由于拉刻代蒙人对他只是利用而非重用,他在城邦里四处游荡,又在军营中颠沛流离,最终将自己托付给蒂萨斐尼;除非,誓以宙斯之名,他是在百般讨好他,因为他渴望重返家园,并希望雅典不至于彻底毁灭。