Humanitext Reader

普鲁塔克 · 阿尔西比亚德斯与科里奥兰纳斯比较列传 §3.1-3.3

金钱态度与说服力及待人之道的比较

第 3 段,共 5 段 · 希腊语

内容简介

作者对比了阿尔西比亚德斯和马尔基乌斯对金钱的态度,以及两人的说服力和待人接物方式,阐述了这些差异如何影响公民对他们的态度和各自的政治成败。

§3.1χρήματα τοίνυν ὁ μέν Ἀλκιβιάδης καὶ λαβεῖν οὐκ εὖ πολλάκις ἐκ δωροδοκιῶν καὶ διαθέσθαι κακῶς εἰς τρυφὴν καὶ ἀκολασίαν ἱστόρηται· Μάρκιον δὲ σὺν τιμῇ διδόντες οἱ στρατηγοὶ λαβεῖν οὐκ ἔπεισαν.
至于金钱,据记载,阿尔西比亚德斯常常不光彩地收受贿赂,并将其恶劣地挥霍在奢华与放纵之中;相反,尽管将领们带着荣誉赠予马尔基乌斯,却无法说服他接受。
διὸ καὶ μάλιστα τοῖς πολλοῖς ἐπαχθὴς ἦν ἐν ταῖς περὶ χρεῶν διαφοραῖς πρὸς τὸν δῆμον, ὡς οὐκ ἐπὶ κέρδεσιν, ἀλλὰ διʼ ὕβριν καὶ περιφροσύνην τοῖς πένησιν ἐπηρεάζων.
因此,在关于债务的平民纷争中,他最让大众感到憎恶,因为他被认为并非为了图利,而是出于傲慢与轻蔑而欺凌穷人。
§3.2Ἀντίπατρος μέν οὖν ἐν ἐπιστολῇ τινι γράφων περὶ τῆς Ἀριστοτέλους τοῦ φιλοσόφου τελευτῆς, πρὸς τοῖς ἄλλοις, φησὶν, ὁ ἀνὴρ καὶ τὸ πείθειν εἶχε.
因此,安提帕特在某一封关于哲学家亚里士多德之死的信中写道,除了其他品质外,“那个人还拥有说服人的能力。
τὰς δὲ Μαρκίου πράξεις καὶ ἀρετὰς τοῦτο μὴ προσὸν ἐπαχθεῖς ἐποίησεν αὐτοῖς τοῖς εὖ παθοῦσι, τὸν ὄγκον αὐτοῦ καὶ τὴν ἐρημίᾳ σύνοικον, ὡς Πλάτων εἶπεν, αὐθάδειαν μὴ ὑπομείναντας τοῦ δʼ Ἀλκιβιάδου τοὐναντίον ἐπισταμένου χρῆσθαι τοῖς προστυγχάνουσιν οἰκείως, οὐδὲν θαυμαστὸν ἐν οἷς κατώρθου τὴν δόξαν ἀνθεῖν μετʼ εὐνοίας καὶ τιμῆς εὐημεροῦσαν, ὅπου καὶ τῶν ἁμαρτημάτων ἔνια πολλάκις χάριν εἶχε καὶ ὥραν.
”然而,马尔基乌斯的事迹与美德由于缺乏这一品质,甚至让那些受益者也感到憎恶,因为他们无法忍受他的高傲,以及正如柏拉图所说“与孤寂同居”的刚愎自用;相反,阿尔西比亚德斯深谙如何与邂逅之人亲切相处,因此,在那些他取得成功的事务中,他的声誉伴随着好意与荣誉而蓬勃兴旺,这毫不足奇,因为甚至连他的某些过失常常也带有魅力与光彩。
§3.3ὅθεν οὗτος μέν οὐ μικρὰ βλάψας οὐδʼ ὀλίγα τὴν πόλιν ὅμως ἀπεδείκνυτο πολλάκις ἡγεμὼν καὶ στρατηγός, ἐκεῖνος δὲ μετιὼν ἐπὶ πολλαῖς ἀριστείαις καὶ ἀνδραγαθίαις ἀρχὴν προσήκουσαν ἐξέπεσεν.
所以,前者虽然给城邦带来了不小且不少的危害,却仍然屡次被任命为领袖和将领;而后者虽凭着许多卓越的功绩和英勇的行为去谋求相称的官职,却遭到了拒绝(落选)。
οὕτω τὸν μέν οὐδὲ πάσχοντες κακῶς ἐδύναντο μισεῖν οἱ πολῖται, τῷ δὲ περιῆν θαυμαζομένῳ μὴ φιλεῖσθαι.
因此,公民们对于前者,即使在遭受其害时也无法痛恨;而对于后者,尽管他备受赞赏,却落得不被爱戴的下场。

词汇与语法注释

  1. §3.2τοῦτο μὴ προσὸν — 由代词 τοῦτο(指前述的“说服力”)和动词 πρόσειμι(具有、备有)的中性单数现在分词 προσόν 构成的分词绝对句(类似于对格绝对或主格绝对),表示原因或伴随情况:“因为不具备这一点”。
  2. §3.2αὐτοῖς τοῖς εὖ παθοῦσι ... μὴ ὑπομείναντας — 这是一个破格(格的不一致)现象。与格的“对于那些受益者自身”(αὐτοῖς τοῖς εὖ παθοῦσι)与表示其动作主体的分词“无法忍受”(ὑπομείναντας,阳性复数对格)在格上不一致。这是受到将动作主体视为不定式或分词的逻辑主语时通常采用对格的习惯影响所致。
  3. §3.3τῷ δὲ περιῆν θαυμαζομένῳ μὴ φιλεῖσθαι — 动词 περίειμι(剩余、作为结果留下)的未完成过去时第三人称单数 περιῆν,与利益/关系与格“而对于后者(备受赞赏的)”(τῷ δὲ ... θαυμαζομένῳ)以及作为主语的不定式短语“不被爱戴”(μὴ φιλεῖσθαι)连用。意为“对于后者而言,尽管备受赞赏,其最终剩下的结果(或其宿命)却是不被爱戴”。

引用这一段

普鲁塔克, 阿尔西比亚德斯与科里奥兰纳斯比较列传 §3.1-3.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg017.humanitext-grc2:3.1-3.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。