Humanitext Reader

普鲁塔克 · 阿尔西比亚德斯与科里奥兰纳斯比较列传 §1.1-1.4

军事功绩与政治态度的对比

第 1 段,共 5 段 · 希腊语

内容简介

本段对比了阿尔西比亚德斯与马尔基乌斯的军事与政治功绩,探讨了他们作为将领的相似能力,并评估了他们对民众迥异却同样存在问题的政治态度。

§1.1ἐκκειμένων δὲ τῶν πράξεων, ὅσας ἡγούμεθα λόγου καὶ μνήμης ἀξίας εἶναι, τὰς μὲν πολεμικὰς ἐπʼ οὐδέτερον ποιούσας ῥοπὴν μεγάλην ὁρᾶν ἐστιν, ὁμαλῶς γὰρ ἀμφότεροι πολλὰ μὲν στρατιωτικῆς ἔργα τόλμης καὶ ἀνδρείας, πολλὰ δὲ καὶ τέχνης καὶ προνοίας στρατηγοῦντες ἐπεδείξαντο,
在已经列出的、我们认为值得记述和缅怀的事迹中,可以看得出,两人的军事功绩并没有明显地向任何一方倾斜。 因为两人在担任将领期间,同样展现了许多军事上的英勇与胆识,以及许多谋略与远见。
§1.2πλὴν εἰ μή τις θέλοι τὸν Ἀλκιβιάδην, ὅτι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐν πολλοῖς ἀγῶσι νικῶν καὶ κατορθῶν διετέλεσεν, ἀποφαίνειν τελειότερον στρατηγόν ἐπεὶ τό γε παρόντας καὶ ἄρχοντας ὀρθοῦν ἀεὶ προδήλως τὰ οἰκεῖα καὶ προδηλότερον αὖ πάλιν βλάπτειν μεθισταμένους ἀμφοτέροις ὑπῆρξε.
除非有人想指出阿尔西比亚德斯是一个更完美的将军,因为他在陆上和海上的许多战斗中始终获得胜利并取得成功;因为,至少,在现场并担任指挥时总是显而易见地使本国局势好转,而在倒戈时又同样更显而易见地危害本国,这两点是两人所共有的。
§1.3πολιτείαν δὲ τὴν μὲν Ἀλκιβιάδου τὴν ἄγαν λαμυρὰν καὶ τὸ μὴ καθαρεῦον ἀναγωγίας καὶ βωμολοχίας ἐν τῷ πρὸς χάριν ὁμιλεῖν τοῖς πολλοῖς οἱ σώφρονες ἐβδελύττοντο, τὴν δὲ Μαρκίου παντάπασιν ἄχαριν καὶ ὑπερήφανον καὶ ὀλιγαρχικὴν γενομένην ἐμίσησεν ὁ Ῥωμαίων δῆμος.
至于政治行为,阿尔西比亚德斯那极度放荡、且在阿谀大众的交往中不免于粗俗与谄媚的作风,令明智之士深恶痛绝;而马尔基乌斯那完全不讨人喜欢、傲慢且流于寡头政治的作风,则让罗马民众痛恨。
§1.4οὐδετέραν μὲν οὖν ἐπαινετέον ὁ δὲ δημαγωγῶν καὶ χαριζόμενος τῶν ὅπως οὐ δόξουσι δημαγωγεῖν προπηλακιζόντων τοὺς πολλοὺς ἀμεμπτότερος·
因此,两者的作风都不值得称赞。 但是,迎合大众、当煽动家的人,比那些为了不被看作煽动家而侮辱大众的人,更无可指责。
αἰσχρὸν μὲν γὰρ τὸ κολακεύειν δῆμον ἐπὶ τῷ δύνασθαι, τὸ δʼ ἰσχύειν ἐκ τοῦ φοβερὸν εἶναι καὶ κακοῦν καὶ πιέζειν πρὸς τῷ αἰσχρῷ καὶ ἄδικόν ἐστιν.
因为,为了获得权力而阿谀民众固然是可耻的,但通过令人畏惧、加害和压迫大众来获取权势,除了可耻之外,更是非正义的。

词汇与语法注释

  1. §1.1ἐκκειμένων δὲ τῶν πράξεων — 独立属格结构(genitive absolute)。连词 δὲ 标志着过渡,引入了与主句主语(ὁρᾶν ἐστιν)不同的上下文前提。
  2. §1.2τό γε παρόντας καὶ ἄρχοντας ὀρθοῦν ἀεὶ προδήλως τὰ οἰκεῖα καὶ προδηλότερον αὖ πάλιν βλάπτειν μεθισταμένους — 冠词 `τό` 将两个不定式短语 `ὀρθοῦν...` 和 `βλάπτειν...` 结合为一个名词短语(冠词不定式),作为无人称动词 `ὑπῆρξε` 的主语。宾格分词 `παρόντας`、`ἄρχοντας` 和 `μεθισταμένους` 是这些不定式的逻辑主语(不定式的宾格主语),在此处使用了宾格,而不是与与格 `ἀμφοτέροις` 保持一致。
  3. §1.4τῶν ὅπως οὐ δόξουσι δημαγωγεῖν προπηλακιζόντων — 定冠词 `τῶν` 与分词 `προπηλακιζόντων` 连用,构成比较属格,修饰比较级 `ἀμεμπτότερος`。其中嵌入的 `ὅπως οὐ δόξουσι` 从句使用 ὅπως 搭配将来直陈式,表示努力或意图(“为了不显得……”)。

引用这一段

普鲁塔克, 阿尔西比亚德斯与科里奥兰纳斯比较列传 §1.1-1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg017.humanitext-grc2:1.1-1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。