§2.1καὶ Σάμῳ μὲν ὑπὸ Περικλέους ἁλούσῃ τὴν Τάραντος ἔστι κατάληψιν ἀντιθεῖναι, καὶ νὴ Δίʼ Εὐβοίᾳ τὰς περὶ Καμπανίαν πόλεις· ἐπεὶ αὐτήν γε Καπύην οἱ περὶ Φούλβιον καὶ Ἄππιον ὕπατοι κατέσχον.
因此,对于被佩里克尔攻占的萨摩斯,可以拿塔兰托的夺取与之对照;而凭宙斯发誓,对于优卑亚,则可以拿坎帕尼亚周边的城市与之对照;因为卡普亚本身,无论如何是由富尔维乌斯和阿庇乌斯手下的执政官们占领的。
ἐκ δὲ παρατάξεως Φάβιος οὐ φαίνεται μάχῃ νενικηκώς πλὴν ἀφʼ ἧς τὸν πρότερον εἰσήλασε θρίαμβον, Περικλῆς δʼ ἐννέα τρόπαια κατὰ γῆν καὶ κατὰ θάλατταν ἔστησεν ἀπὸ τῶν πολεμίων.
但在会战中,除了让他得以举行前一次凯旋式的那场战役外,法比乌斯似乎没有在任何战斗中获胜;而佩里克尔则在陆地和海上因击败敌人而树立了九座战胜纪念碑。
§2.2οὐ μὴν λέγεται τοιαύτη πρᾶξις Περικλέους, οἵαν ἔπραξε Φάβιος Μινούκιον ἐξαρπάσας Ἀννίβου καὶ διασώσας ἐντελὲς στρατόπεδον Ῥωμαίων· καλὸν γὰρ τὸ ἔργον καὶ κοινὸν ἀνδρείας ὁμοῦ καὶ φρονήσεως καὶ χρηστότητος· ὥσπερ αὖ πάλιν οὐδὲ σφάλμα λέγεται Περικλέους οἷον ἐσφάλη Φάβιος διὰ τῶν βοῶν καταστρατηγηθεὶς ὑπʼ Ἀννίβου, λαβὼν μὲν αὐτομάτως καὶ κατὰ τύχην ὑπελθόντα τοῖς στενοῖς τὸν πολέμιον, προέμενος δὲ νυκτὸς λαθόντα καὶ μεθʼ ἡμέραν βιασάμενον καὶ φθάσαντα μέλλοντος καὶ κρατή σαντα συλλαβόντος.
然而,并没有记载佩里克尔有任何类似于法比乌斯那样的功绩,即从汉尼拔手中救出米努基乌斯并保全了罗马整整一个军团;因为这一行动极为高尚,同时兼具了勇敢、智慧与仁慈;正如另一方面,也没有记载佩里克尔犯过类似于法比乌斯那样的失误,即因公牛计策而被汉尼拔用计战胜。 法比乌斯虽然一方面擒获了自动且偶然进入峡谷的敌人,但另一方面却任由敌人在夜间悄悄逃走、在白昼强行突破,出其不意地超越了迟疑不决的他,并战胜了那个曾擒获自己的人。
§2.3εἰ δὲ δεῖ μὴ μόνον χρῆσθαι τοῖς παροῦσιν, ἀλλὰ καὶ τεκμαίρεσθαι περὶ τοῦ μέλλοντος ὀρθῶς τὸν ἀγαθὸν στρατηγόν, Ἀθηναίοις μὲν ὡς Περικλῆς προέγνω καὶ προεῖπεν ἐτελεύτησεν ὁ πόλεμος· πολυπραγμονοῦντες γὰρ ἀπώλεσαν τὴν δύναμιν Ῥωμαῖοι δὲ παρὰ τοὺς Φαβίου λογισμοὺς ἐκπέμψαντες ἐπὶ Καρχηδονίους Σκηπίωνα πάντων ἐκράτησαν, οὐ τύχῃ, σοφίᾳ δὲ τοῦ στρατηγοῦ καὶ ἀνδρείᾳ κατὰ κράτος νικήσαντος τοὺς πολεμίους.
如果一位优秀的将军不仅必须利用眼前的局势,而且还必须对未来做出正确的推测,那么对于雅典人而言,战争确实正如佩里克尔所预见和预言的那样结束了——因为他们因多管闲事而丧失了力量;而罗马人则相反,他们违背了法比乌斯的推算,派遣西庇阿去对付迦太基人,并在一切事情上取得了胜利,这并非凭借运气,而是凭借那位以武力彻底征服敌人的将军的智慧和勇气。
§2.4ὥστε τῷ μὲν τὰ πταίσματα τῆς πατρίδος μαρτυρεῖν ὅτι καλῶς ἔγνω, τὸν δὲ ὑπὸ τῶν κατορθωμάτων ἐλέγχεσθαι τοῦ παντὸς ἐσφαλμένον.
因此,对于一方而言,祖国的失败证明了他的判断是正确的,而另一方则被成功证明了他在整件事上完全犯了错误。
ἴση δʼ ἁμαρτία στρατηγοῦ κακῷ περιπεσεῖν μὴ προσδοκήσαντα καὶ κατορθώματος καιρὸν ἀπιστίᾳ προέσθαι.
将军未能预料到灾难而陷入其中,与因不信任而错失成功的良机,其过失是同等的。
μία γὰρ, ὡς ἔοικεν, ἀπειρία καὶ θράσος γεννᾷ καὶ θάρσος ἀφαιρεῖται, ταῦτα περὶ τῶν πολεμικῶν.
因为正如人们所见,同一种缺乏经验,既会产生鲁莽,又会夺走信心。 关于军事事务就谈这些。