§1.1οἱ μὲν οὖν βίοι τῶν ἀνδρῶν τοιαύτην ἔχουσιν ἱστορίαν.
因此,这两位人物的生平有着这样的历史。
ἐπεὶ δὲ καὶ πολιτικῆς καὶ πολεμικῆς ἀρετῆς πολλὰ καὶ καλὰ παραδείγματα καταλελοίπασιν ἀμφότεροι, φέρε τῶν πολεμικῶν ἐκεῖνο πρῶτον λάβωμεν, ὅτι Περικλῆς μὲν ἄριστα πράττοντι τῷ δήμῳ καὶ μεγίστῳ καθʼ αὑτὸν ὄντι καὶ μάλιστα πρὸς δύναμιν ἀκμάζοντι χρώμενος ὑπὸ κοινῆς ἂν δόξειεν εὐτυχίας καὶ ῥώμης πραγμάτων ἀσφαλὴς διαγενέσθαι καὶ ἄπταιστος,
然而,既然两人在政治和军事德行方面都留下了许多优秀的典范,那么,让我们首先从军事事务中选取这一点,即:佩里克尔由于所面对的是处于最繁荣、在他那个时代最为强大、且势力最达鼎盛的城邦公民,因而似乎可以说,他是凭借着国家共同的幸运与强盛,才得以安然无恙、毫无挫折地度过了他的一生。
§1.2αἱ δὲ Φαβίου πράξεις ἐν αἰσχίστοις καὶ δυσποτμοτάτοις καιροῖς ἀναδεξαμένου τὴν πόλιν, οὐκ ἐπʼ ἀγαθοῖς ἀσφαλῆ διετήρησαν, ἀλλʼ ἐκ κακῶν εἰς βελτίω μετέστησαν.
相反,法比乌斯在最耻辱、最不幸的关头接管了城邦,他的功绩并非在良好的局势下保持国家的安全,而是将国家从恶劣的境地转变为较好的境地。
καὶ Περικλεῖ μὲν αἱ Κίμωνος εὐπραξίαι καὶ τὰ Μυρωνίδου καὶ τὰ Λεωκράτους τρόπαια καὶ πολλὰ καὶ μεγάλα Τολμίδης κατορθῶν ἐνεορτάσαι μᾶλλον καὶ ἐμπανηγυρίσαι στρατηγοῦντι τὴν πόλιν ἢ κτήσασθαι πολέμῳ καὶ φυλάξαι παρέδωκαν·
对于佩里克尔而言,基蒙的成功、米罗尼德斯和莱奥克拉特斯的战功,以及托尔米德斯屡建的奇功,在他担任将军治理城邦时,与其说是交给一个需要通过战争去夺取和防卫的城邦,不如说是交给他一个可以尽情庆祝、欢度节日的地方。
§1.3Φάβιος δʼ ὁρῶν πολλὰς μὲν φυγὰς καὶ ἥττας, πολλοὺς δὲ θανάτους καὶ σφαγὰς αὐτοκρατόρων καὶ στρατηγῶν, λίμνας δὲ καὶ πεδία καὶ δρυμοὺς νεκρῶν στρατοπέδων πλήθοντας, αἵματι δὲ καὶ φόνῳ ποταμοὺς ἄχρι θαλάττης ῥέοντας, ἐν τῷ καθʼ ἑαυτὸν ὁρμωμένῳ καὶ βεβηκότι τὴν πόλιν ἀντιλαμβανόμενος καὶ ὑπερείδων, οὐκ εἴασε τοῖς ἐκείνων ὑποφερομένην πταίσμασι τελέως ἐκχυθῆναι.
然而,法比乌斯目睹了无数的溃败与惨败,目睹了掌握全权的将领们的无数死亡与屠杀,目睹了湖泊、平原和森林里堆满了死去军队的尸体,目睹了河流因鲜血和杀戮而一路流向大海,他凭借自身的坚定和立足,支撑并维系着城邦,不容许它因那些人的失败而被卷走,以致彻底崩溃。
§1.4καίτοι δόξειεν ἂν οὐχ οὕτω χαλεπὸν εἶναι πόλιν ἐν συμφοραῖς μεταχειρίσασθαι ταπεινὴν καὶ τοῦ φρονοῦντος ὑπʼ ἀνάγκης κατήκοον γενομένην, ὡς διʼ εὐτυχίαν ἐπηρμένῳ καὶ σπαργῶντι τῷ δήμῳ χαλινὸν ἐμβαλεῖν ὕβρεως καὶ θρασύτητος· ᾧ δὴ μάλιστα φαίνεται τρόπῳ Περικλῆς Ἀθηναίων περιγενόμενος.
然而,人们或许会认为,治理一个在灾难中变得卑微、并在迫不得已下顺从于明智之士的城邦,并不如给一个因好运而傲慢、膨胀的民众戴上防范其傲慢与张狂的缰绳那样困难;而佩里克尔显然正是以此种方式制服了雅典人。
ἀλλὰ τῶν Ῥωμαίοις συμπεσόντων τότε κακῶν τὸ μέγεθος καὶ τὸ πλῆθος ἰσχυρόν τινα τὴν γνώμην καὶ μέγαν ἔδειξεν ἄνδρα τὸν μὴ συγχυθέντα μηδὲ προέμενον τοὺς αὑτοῦ λογισμούς.
但是,当时降临在罗马人身上的灾难之大、之多,恰恰证明了那个没有陷入混乱、亦没有放弃自己理智思考的人,是一位意志坚强、伟大众庶的男子汉。