§3.1τῆς δὲ πολιτείας μέγα μὲν ἔγκλημα τοῦ Περικλέους ὁ πόλεμος, λέγεται γὰρ ἐπακτὸς ὑπʼ ἐκείνου γενέσθαι Λακεδαιμονίοις ἐρίσαντος μὴ ἐνδοῦναι.
至于国政,战争是针对佩里克尔的一大指责;因为据说这是由他引起的,由于他坚持不向拉刻代蒙人让步,从而给他们带来了战争。
δοκῶ δὲ μηδʼ ἂν Φάβιον Μάξιμον ἐνδοῦναί τι Καρχηδονίοις, ἀλλʼ εὐγενῶς ὑποστῆναι τὸν ὑπὲρ τῆς ἡγεμονίας κίνδυνον.
但我认为,即使是法比乌斯·马克西穆斯也不会向迦太基人做出任何让步,而是会高尚地承担起为了争夺霸权而带来的危险。
ἡ μέντοι πρὸς Μινούκιον ἐπιείκεια τοῦ Φαβίου καὶ πρᾳότης ἐλέγχει τὸν πρὸς Κίμωνα καὶ Θουκυδίδην στασιασμόν, ἄνδρας ἀγαθοὺς καὶ ἀριστοκρατικοὺς εἰς φυγὴν ὑπʼ αὐτοῦ καὶ τοὔστρακον ἐκπεσόντας.
然而,法比乌斯对米努基乌斯的宽容和温厚,揭露了佩里克尔对奇蒙和修昔底德所进行的党派斗争的虚伪,他们是优秀而贵族派的人,却被他驱逐并遭陶片放逐。
§3.2ἀλλʼ ἥ γε δύναμις μείζων ἡ τοῦ Περικλέους καὶ τὸ κράτος, ὅθεν οὐδʼ ἄλλον εἴασεν ἐνδυστυχῆσαι τῇ πόλει κακῶς βουλευσάμενον στρατηγόν, ἀλλʼ ἢ μόνος αὐτὸν ἐκφυγὼν Τολμίδης καὶ διωσάμενος βίᾳ προσέπταισε Βοιωτοῖς οἱ δʼ ἄλλοι προσετίθεντο καὶ κατεκοσμοῦντο πάντες εἰς τήν ἐκείνου γνώμην ὑπὸ μεγέθους αὐτοῦ τῆς δυνάμεως.
但佩里克尔的力量和权威更大,因此他不允许任何其他因策划不周而给城邦带来不幸的将军,除了托尔米德一人避开了他并强行突破,在波奥蒂亚人那里遭遇挫折;而其他所有人,由于他强大的力量,都赞同并顺从于他的意志。
§3.3Φάβιος δὲ τὸ καθʼ αὐτὸν ἀσφαλὴς ὢν καὶ ἀναμάρτητος τῷ πρὸς τὸ κωλύειν ἑτέρους ἀδυνάτῳ φαίνεται λειπόμενος.
另一方面,法比乌斯虽然就自身而言安全且无过错,但在无法制止他人这一点上似乎显得有所不足。
οὐ γὰρ ἂν τοσαύταις συμφοραῖς ἐχρήσαντο Ῥωμαῖοι Φαβίου παρʼ αὐτοῖς ὅσον Ἀθήνησι Περικλέους δυνηθέντος.
因为,如果法比乌斯在罗马人中拥有的权力,能像佩里克尔在雅典那样大,罗马人就不会遭遇如此多的灾难。
καὶ μὴν τήν γε πρὸς χρήματα μεγαλοφροσύνην ὁ μὲν τῷ μηδὲν λαβεῖν παρὰ τῶν διδόντων, ὁ δὲ τῷ προέσθαι πολλὰ τοῖς δεομένοις ἐπεδείξατο, λυσάμενος τοῖς ἰδίοις χρήμασι τοὺς αἰχμαλώτους.
再者,关于对金钱的宽宏大量,一方通过不接受任何人的赠予来证明,而另一方则通过慷慨施予有需要的人,并用自己的私财赎回俘虏来表明。
§3.4πλὴν τούτων μὲν οὐ πολὺς ἦν ἀριθμός, ἀλλʼ ὅσον ἓξ τάλαντα· Περικλῆς δʼ οὐκ ἂν ἴσως εἴποι τις ὅσα καὶ παρὰ συμμάχων καὶ βασιλέων ὠφελεῖσθαι καὶ θεραπεύεσθαι παρόν, τῆς δυνάμεως διδούσης, ἀδωρότατον ἑαυτὸν καὶ καθαρώτατον ἐφύλαξεν.
不过,这些俘虏数量并不多,仅值六个塔兰同;而对于佩里克尔,也许没有人能说清,在同盟国和君主们那里有多少利益可图、有多少巴结奉迎的机会,尽管他的权力允许他这样做,但他却使自己保持了极度的廉洁和清白。
§3.5ἔργων γε μὴν μεγέθεσι καὶ ναῶν καὶ κατασκευαῖς οἰκοδομημάτων, ἐξ ὧν ἐκόσμησεν ὁ Περικλῆς τὰς Ἀθήνας, οὐκ ἄξιον ὁμοῦ πάντα τὰ πρὸ τῶν Καισάρων φιλοτιμήματα τῆς Ῥώμης παραβαλεῖν, ἀλλʼ ἔξοχόν τι πρὸς ἐκεῖνα καὶ ἀσύγκριτον ἡ τούτων ἔσχε μεγαλουργία καὶ μεγαλοπρέπεια τὸ πρωτεῖον.
然而,关于佩里克尔用以装饰雅典的伟大工程、神殿和建筑构造,即使将恺撒时代之前罗马的所有竞争性建筑汇总起来,也无法与之相比;而这些建筑的宏伟与壮丽,相比于那些建筑,拥有着卓越且无可比拟的首要地位。