Humanitext Reader

普鲁塔克 · 费边·马克西姆斯传 §8.1-8.4

米努基乌斯违令获胜与对法比乌斯的指责

第 8 段,共 27 段 · 希腊语

内容简介

法比乌斯因祭祀返回罗马,交割军权时严令米努基乌斯不得交战。但米努基乌斯违令出击并获得小胜,导致罗马城内对其大加赞赏,同时对法比乌斯发起了叛国的控诉。

§8.1μετὰ δὲ ταῦτα τῶν ἱερέων καλούντων αὑτόν εἰς Ῥώμην ἐπί τινας θυσίας παρέδωκε τῷ Μινουκίῳ τὴν δύναμιν, ὑπὲρ τοῦ μὴ μάχεσθαι μηδὲ συμπλέκεσθαι τοῖς πολεμίοις οὐ μόνον ὡς αὐτοκράτωρ διαγορεύσας, ἀλλὰ καί παραινέσεις καὶ δεήσεις πολλὰς αὐτοῦ ποιησάμενος· ὧν ἐκεῖνος ἐλάχιστα φροντίσας εὐθὺς ἐνέκειτο τοῖς πολεμίοις.
此后,由于祭司们召他回罗马参加某些祭祀,他便将军队移交给米努基乌斯。 他不仅作为指挥官明令禁止他与敌人交战或冲突,还对他进行了许多劝告和恳求;但米努基乌斯对这些话毫不介意,立即向敌人发起了进攻。
§8.2καί ποτε παραφυλάξας τὸν Ἀννίβαν τὸ πολὺ τῆς στρατιᾶς ἐπί σιτολογίαν ἀφεικότα, καί προσβαλὼν τῷ ὑπολειπομένῳ, κατήραξεν εἰς τὸν χάρακα καί διέφθειρεν οὐκ ὀλίγους καί φόβον περιέστησε πᾶσιν ὡς πολιορκησομένοις ὑπʼ αὐτοῦ.
有一次,他乘汉尼拔派出大部分军队去搜集粮食之机,袭击了留守的敌军,将他们赶回营垒,消灭了不少人,并让所有敌军陷入了将被他包围的恐惧之中。
καί συλλεγομένης αὖθις εἰς τὸ στρατόπεδον τῷ Ἀννίβᾳ, τῆς δυνάμεως ἀσφαλῶς ἀνεχώρησεν, αὑτόν τε μεγαλαυχίας ἀμέτρου καί θράσους τὸ στρατιωτικὸν ἐμπεπληκώς.
当汉尼拔的军队重新在营地集结时,他安全地撤退了,但自己却充满了极度的自大,并让士兵们充满了狂妄的胆量。
§8.3ταχὺ δὲ τοῦ ἔργου λόγος μείζων διεφοίτησεν εἰς Ῥώμην.
不久,关于这一战功的夸大传闻迅速传回了罗马。
καί Φάβιος μὲν ἀκούσας ἔφη μᾶλλον τοῦ Μινουκίου φοβεῖσθαι τήν εὐτυχίαν ἢ τήν ἀτυχίαν, ὁ δὲ δῆμος ἦρτο καί μετὰ χαρᾶς εἰς ἀγορὰν συνέτρεχε, καί Μετίλιος ὁ δήμαρχος ἐπί τοῦ βήματος καταστὰς ἐδημηγόρει μεγαλύνων τὸν Μινούκιον, τοῦ δὲ Φαβίου κατηγορῶν οὐ μαλακίαν οὐδʼ ἀνανδρίαν, ἀλλʼ ἤδη προδοσίαν,
法比乌斯听闻后说,他害怕米努基乌斯的幸运甚于害怕他的不幸;而民众则欢欣鼓舞,兴高采烈地聚集到广场,保民官梅蒂利乌斯登上讲坛发表公开演说,极力赞扬米努基乌斯,而控诉法比乌斯,指责他已不仅是软弱或胆怯,而是通敌叛国。
§8.4συναιτιώμενος ἅμα καί τῶν ἄλλων ἀνδρῶν τοὺς δυνατωτάτους καί πρώτους ἐπαγαγέσθαι τὸν πόλεμον ἐξ ἀρχῆς ἐπί καταλύσει τοῦ δήμου, τήν τε πόλιν ἐμβαλεῖν εὐθὺς εἰς μοναρχίαν ἀνυπεύθυνον, ἣ διατρίβουσα τὰς πράξεις ἵδρυσιν Ἀννίβᾳ, παρέξει καί χρόνον αὖθις ἐκ Λιβύης ἑτέραν δύναμιν προσγενέσθαι ὡς κρατοῦντι τῆς Ἰταλίας.
他同时还指责其他最有权势和地位的首要人物,称他们从一开始挑起战争就是为了推翻平民政权,并立即将城邦投入一种不受监督的独裁统治,这种统治通过拖延战事来让汉尼拔站稳脚跟,并将给这位意大利的实际控制者提供时间,以便另一支军队从利比亚赶来与他会合。

词汇与语法注释

  1. 8.1ὧν — 中性复数关系代词 ὧν 指代前句中“命令(διαγορεύσας)”以及“劝告和恳求(παραινέσεις καὶ δεήσεις)”等整体内容,起到了连接前后的过渡作用(连接性关系代词)。
  2. 8.2ὡς πολιορκησομένοις — 连词 ὡς 搭配与格的将来被动分词(与 πᾶσιν 一致),表示敌军主观上的预想或担忧,即“以为自己将要被包围”。
  3. 8.2τῷ Ἀννίβᾳ — 位于属格独立结构 συλλεγομένης τῆς δυνάμεως(军队集结)之中的利害关系与格,表示军队是“为汉尼拔”或“向汉尼拔”重新集结。
  4. 8.2αὑτόν τε μεγαλαυχίας ἀμέτρου καί θράσους τὸ στρατιωτικὸν ἐμπεπληκώς — 分词 ἐμπεπληκώς(源自 ἐμπίπλημι,意为‘以[属格]充满[宾格]’)支配了两个宾格宾语:αὑτόν(他自己)与 τὸ στρατιωτικόν(士兵们),并分别对应属格 μεγαλαυχίας ἀμέτρου(无法限量的自夸)和 θράσους(胆量)。
  5. 8.4ἐπαγαγέσθαι — 依附于主句分词 συναιτιώμενος(指责、控诉)的宾格不定式(间接引语),用以明示控诉的内容,即有力者们“挑起了(ἐπαγαγέσθαι)”战争。

引用这一段

普鲁塔克, 费边·马克西姆斯传 §8.1-8.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg013.humanitext-grc2:8.1-8.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。