§5.1τῶν μέν οὖν πολλῶν ὁ Φάβιος τὴν γνώμην ἀπαρτήσας εἰς τὸ θεῖον ἡδίω πρὸς τὸ μέλλον ἐποίησεν αὐτὸς δὲ πάσας θέμενος ἐν αὑτῷ τὰς τῆς νίκης ἐλπίδας, ὡς καὶ τοῦ θεοῦ τὰς εὐπραξίας διʼ ἀρετῆς καὶ φρονήσεως παραδιδόντος, τρέπεται πρὸς Ἀννίβαν, οὐχ ὡς διαμαχούμενος, ἀλλὰ χρόνῳ τὴν ἀκμὴν αὐτοῦ καὶ χρήμασι τὴν ἀπορίαν καὶ πολυανθρωπίᾳ τὴν ὀλιγότητα τρίβειν καὶ ὑπαναλίσκειν βεβουλευμένος.
于是,法比乌斯通过将大众的心灵与神明相维系,使他们对未来抱有更乐观的态度;但他自己则将胜利的全部希望寄托在自己身上,深信神明也是通过人的德行与智慧来赐予成功的,因而转向汉尼拔,这并非为了与其决战,而是决意要用时间消磨其全盛期,用资金的匮乏耗尽其资源,用兵员的众多磨损其少数人马。
§5.2ὅθεν ἀεὶ μετέωρος ἀπὸ τῆς ἵππου τῶν πολεμίων ἐν τόποις ὀρεινοῖς στρατοπεδεύων ἐπῃωρεῖτο, καθημένου μέν ἡσυχάζων, κινουμένου δὲ κατὰ τῶν ἄκρων κύκλῳ περιιὼν καὶ περιφαινόμενος ἐκ διαστήματος ὅσον ἀκοντὶ μὴ βιασθῆναι μάχεσθαι καὶ φόβον ὡς μαχησόμενος τοῖς πολεμίοις ἀπὸ τῆς μελλήσεως αὐτῆς παρέχειν.
因此,他总是远离敌人的骑兵,在山地驻营,居高临下地牵制着他们;当敌人驻扎时,他便静静待着;当敌人行动时,他则沿着山顶在周围绕行并在保持不至被投枪强迫交战的距离外现身,仅仅通过这种拖延,就给敌人造成他随时准备交战的恐惧。
οὕτω δὲ παράγων τὸν χρόνον ὑπὸ πάντων κατεφρονεῖτο, καὶ κακῶς μέν ἤκουεν ἐν τῷ στρατοπέδῳ, κομιδῇ δὲ τοῖς πολεμίοις ἄτολμος ἐδόκει καὶ τὸ μηδὲν εἶναι πλὴν ἑνὸς ἀνδρὸς Ἀννίβου.
他以此方式消磨时间,因而受到所有人的轻视,在军营中也饱受恶评,在敌人看来他完全是个胆小鬼、无足轻重,唯独一个人除外,那就是汉尼拔。
§5.3μόνος δʼ ἐκεῖνος αὐτοῦ τὴν δεινότητα, καὶ τὸν τρόπον ᾧ πολεμεῖν ἐγνώκει, συνιδών, καὶ διανοηθεὶς ὡς πάσῃ τέχνῃ καὶ βίᾳ κινητέος ἐστὶν εἰς μάχην ὁ ἀνὴρ ἢ διαπέπρακται τὰ Καρχηδονίων, οἷς μέν εἰσι κρείττους ὅπλοις χρήσασθαι μὴ δυναμένων, οἷς δὲ λείπονται σώμασι καὶ χρήμασιν ἐλαττουμένων καὶ δαπανωμένων εἰς τὸ μηδέν, ἐπὶ πᾶσαν ἰδέαν στρατηγικῶν σοφισμάτων καὶ παλαις μάτων τ ρεπόμενος, καὶ πειρώμενος ὥσπερ δεινὸς ἀθλητὴς λαβὴν ζητῶν, προσέβαλλε καὶ διετάραττε καὶ μετῆγε πολλαχόσε τὸν Φάβιον, ἐκστῆσαι τῶν ὑπὲρ τῆς ἀσφαλείας λογισμῶν βουλόμενος.
唯独汉尼拔看穿了他的厉害,以及他所决定的作战方式,并意识到必须用尽一切计谋和力量将此人拖入战斗,否则迦太基人的事业就完结了——因为他们无法使用自己占优的武器,而在他们处于劣势的人员和资金上,则被削弱消耗以至归于虚无。 于是,他诉诸将领的各种策略和格斗招式,并像一个高明的角力者寻找把手一样进行尝试,不断攻击、扰乱并让法比乌斯多处转移,企图使其偏离确保安全的考量。
§5.4τῷ δʼ ἡ μέν γνώμη πίστιν ἔχουσα τοῦ συμφέροντος ἐν ἑαυτῇ βέβαιος εἱστήκει καὶ ἀμετάπτωτος·
然而,对法比乌斯而言,那内心坚信何为有利的判断依然稳固且不可动摇。
ἠνώχλει δʼ αὐτὸν ὁ ἵππαρχος Μινούκιος φιλομαχῶν ἀκαίρως καὶ θρασυνόμενος καὶ δημαγωγῶν τὸ στράτευμα μανικῆς φορᾶς καὶ κενῶν ἐλπίδων ὑπʼ αὐτοῦ πεπληρωμένον οἳ τὸν μέν Φάβιον σκώπτοντες καὶ καταφρονοῦντες Ἀννίβου παιδαγωγὸν ἀπεκάλουν, τὸν δὲ Μινούκιον μέγαν ἄνδρα καὶ τῆς Ῥώμης ἄξιον ἡγοῦντο στρατηγόν·
可是,骑兵长官米努基乌斯却不合时宜地求战、狂妄自大,并煽动着已被他灌输了疯狂冲动和虚幻希望的军队,从而百般纠缠他。 士兵们嘲笑并轻视法比乌斯,管他叫“汉尼拔的侍从”,而将米努基乌斯视为伟人及配得上罗马的将领。
§5.5ὁ δὲ μᾶλλον εἰς φρόνημα καὶ θράσος ἀνειμένος ἐχλεύαζε μὲν τὰς ἐπὶ τῶν ἄκρων στρατοπεδείας, ὡς καλὰ θέατρα τοῦ δικτάτορος ἀεὶ παρασκευαζομένου θεωρήσουσι πορθουμένην καὶ φλεγομένην τὴν Ἰταλίαν, ἠρώτα δὲ τοὺς φίλους τοῦ Φαβίου πότερον εἰς τὸν οὐρανὸν ἄρας ἀναφέρει τὸν στρατὸν ὡς τῆς γῆς ἀπεγνωκώς, ἢ νέφη καὶ ὁμίχλας προβαλλόμενος ἀποδιδράσκει τοὺς πολεμίους.
而后者则更加纵容自己的骄傲与狂妄,嘲笑在山顶驻营的做法,说独裁官总是准备着精美的剧场,好让他们观看意大利被蹂躏和焚烧,他还询问法比乌斯的朋友们,法比乌斯是因为对土地感到绝望而将军队抬升到天空中,还是在用云雾作掩护以逃避敌人。
§5.6ταῦτα τῶν φίλων πρὸς τὸν Φάβιον ἀπαγγελλόντων καὶ τὴν ἀδοξίαν τῷ κινδύνῳ λῦσαι παραινούντων,
οὕτω μέντἄν,
ἔφη,
δειλότερος ἢ νῦν εἶναι δοκῶ γενοίμην, εἰ σκώμματα καὶ λοιδορίας φοβηθεὶς ἐκπέσοιμι τῶν ἐμαυτοῦ λογισμῶν, καίτοι τὸ μέν ὑπὲρ πατρίδος οὐκ αἰσχρὸν δέος, ἡ δὲ πρὸς δόξαν ἀνθρώπων καὶ διαβολὰς καὶ ψόγους ἔκπληξις οὐκ ἀξίου τηλικαύτης ἀρχῆς ἀνδρός, ἀλλὰ δουλεύοντος ὧν κρατεῖν αὐτὸν καὶ δεσπόζειν κακῶς φρονούντων προσήκει.
当朋友们向法比乌斯报告这些话并劝他用冒险来消除耻辱时,他回答道:“如果我因为害怕嘲笑和辱骂而放弃自己的考量,那我确实会变得比现在人们所认为的还要懦弱。 然而,为祖国担忧并不是可耻的恐惧,但若因人们的舆论、诽谤和指责而惊慌失措,这就不是一个配得上如此大权的人所为,而是等同于向那些他本应统治和主宰的愚妄之人低头做了奴隶。 ”