§4.1ὡς οὖν ταῦτʼ ἔδοξεν, ἀποδειχθεὶς δικτάτωρ Φάβιος, καὶ ἀποδείξας αὐτὸς ἵππαρχον Μᾶρκον Μινούκιον, πρῶτον μὲν ᾐτήσατο τὴν σύγκλητον ἵππῳ χρῆσθαι παρὰ τάς στρατείας.
于是,当这些决定通过后,法比乌斯被任命为独裁官,并亲自任命马尔库斯·米努基乌斯为骑兵长官,首先向元老院请求允许他在出征期间乘马。
οὐ γὰρ ἐξῆν, ἀλλʼ ἀπηγόρευτο κατὰ δή τινα νόμον παλαιόν, εἴτε τῆς ἀλκῆς τὸ πλεῖστον ἐν τῷ πεζῷ τιθεμένων καὶ διὰ τοῦτο τὸν στρατηγὸν οἰομένων δεῖν παραμένειν τῇ φάλαγγι καὶ μὴ προλείπειν, εἴθʼ, ὅτι τυραννικὸν εἰς ἅπαντα τἆλλα καὶ μέγα τὸ τῆς ἀρχῆς κράτος ἐστίν, ἔν γε τούτῳ βουλομένων τὸν δικτάτορα τοῦ δήμου φαίνεσθαι δεόμενον.
因为这是不被允许的,而是根据某项古老的法律被禁止的,或者是由于他们将武力的主体放在步兵上,并因此认为将领应当留在方阵中而不应擅离;或者是由于,尽管这一官职的权力在其他一切方面都是僭主式的且庞大的,他们至少希望在这一点上,让独裁官显得需要依赖民众。
§4.2οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ὁ Φάβιος εὐθὺς ἐνδείξασθαι θέλων τῆς ἀρχῆς τὸ μέγεθος καὶ τὸν ὄγκον, ὡς μᾶλλον ὑπηκόοις χρῷτο καὶ πειθηνίοις τοῖς πολίταις, προῆλθε συνενεγκάμενος εἰς ταὐτὸ ῥαβδουχίας εἰκοσιτέσσαρας· καὶ τοῦ ἑτέρου τῶν ὑπάτων ἀπαντῶντος αὐτῷ τὸν ὑπηρέτην πέμψας ἐκέλευσε τοὺς ῥαβδούχους ἀπαλλάξαι καὶ τὰ παράσημα τῆς ἀρχῆς ἀποθέμενον ἰδιώτην ἀπαντᾶν.
然而,法比乌斯本人也想立刻展现出他职权的伟大与威仪,以便让公民们更加顺从和听话地接受他的管辖,并在外出时一次性带上了二十四名侍从;当两位执政官中的另一位迎面而来时,他派出一名侍从,命令对方遣散其侍从,并放下职权的徽章,以普通公民的身份来见他。
§4.3μετὰ δὲ ταῦτα καλλίστην ἀρχόμενος ἐκ θεῶν ἀρχήν, καὶ διδάσκων τὸν δῆμον ὡς ὀλιγωρίᾳ καὶ περιφρονήσει τοῦ στρατηγοῦ πρὸς τὸ δαιμόνιον, οὐ μοχθηρίᾳ τῶν ἀγωνισαμένων σφαλέντα, προὔτρεπε μὴ δεδιέναι τοὺς ἐχθρούς, ἀλλὰ τοὺς θεοὺς ἐξευμενίζεσθαι καὶ τιμᾶν, οὐ δεισιδαιμονίαν ἐνεργαζόμενος, ἀλλὰ θαρρύνων εὐσεβείᾳ τὴν ἀρετὴν καὶ ταῖς παρὰ τῶν θεῶν ἐλπίσι τὸν ἀπὸ τῶν πολεμίων φόβον ἀφαιρῶν καὶ παραμυθούμενος.
此后,他从神灵开始了他最美好的开端,并向民众说明,正是由于将军对神明的轻慢和藐视,而非由于参战人员的无能,战局才遭到了挫败,他劝导他们不要害怕敌人,而要取悦并敬奉神明,这并非为了灌输迷信,而是用虔诚来激发他们的勇气,并借由来自神明的希望,消除并抚慰他们对敌人的恐惧。
§4.4ἐκινήθησαν δὲ τότε πολλαὶ καὶ τῶν ἀπορρήτων καὶ χρησιμ́ων αὐτοῖς βίβλων, ἃς Σιβυλλείους καλοῦσι· καὶ λέγεται συνδραμεῖν ἔνια τῶν ἀποκειμένων ἐν αὐταῖς λογίων πρὸς τάς τύχας καὶ τάς πράξεις ἐκείνας.
当时,许多对他们而言秘密且有益的、被称为《西比拉书》的典籍被翻阅了;据说其中所藏的一些神谕,恰好与当时的运势和事态相契合。
καὶ τὸ μὲν γνωσθὲν οὐκ ἦν ἑτέρῳ πυθέσθαι· προελθὼν δὲ ὁ δικτάτωρ εἰς τὸν ὄχλον εὔξατο τοῖς θεοῖς ἐνιαυτοῦ μὲν αἰγῶν καὶ σνῶν καὶ προβάτων καὶ βοῶν ἐπιγονήν, ὅσην Ἰταλίας ὄρη καὶ πεδία καὶ ποταμοὶ καὶ λειμῶνες εἰς ὥραν ἐσομένην θρέψουσι, καταθύσειν ἅπαντα, θέας δὲ μουσικὰς καὶ θυμελικὰς ἄξειν ἀπὸ σηστερτίων τριακοσίων τριάκοντα τριῶν καὶ δηναρίων τριακοσίων τριάκοντα τριῶν ἔτι τριτημορίου προσόντος.
虽然得知的内容不容他人探知,但独裁官走到民众面前,向神明许愿:将把某一整年里山羊、猪、绵羊和牛所产下的所有幼仔,亦即意大利的山峦、平原、河流和牧场在即将来临的春季里所抚育出来的所有生灵,全部予以献祭;并将举办音乐与戏剧的庆典,预算为三十三万三千塞斯特尔提乌斯、三百三十三第纳里乌斯以及额外三分之一第纳里乌斯。
§4.5τοῦτο τὸ κεφάλαιόν ἐστιν ὀκτὼ μυριάδες δραχμῶν καὶ δραχμαὶ τρισχίλιαι πεντακόσιαι ὀγδοήκοντα τρεῖς καὶ δύο ὀβολοί.
这一总额相当于八万三千五百八十三德拉克马和两个奥博尔。
λόγον δὲ τῆς εἰς τοῦτο τοῦ πλήθους ἀκριβείας καὶ διανομῆς χαλεπόν ἐστιν εἰπεῖν, εἰ μή τις ἄρα βούλοιτο τῆς τριάδος ὑμνεῖν τὴν δύναμιν, ὅτι καὶ φύσει τέλειος καὶ πρῶτος τῶν περιττῶν ἀρχή τε πλήθους ἐν αὑτῷ τάς τε πρώτας διαφορὰς καὶ τὰ παντὸς ἀριθμοῦ στοιχεῖα μίξας καὶ συναρμόσας εἰς ταὐτὸν ἀνείληφεν.
要说明这一数值的精确性及其分配的理由是困难的,除非有人想要赞美“三”这一数字的力量,因为它天生完美,且是奇数之首,又是多数的起点,并在自身中融合并调和了万物之数的最早差异和元素,归于统一。