§25.1ἐπεὶ δὲ Σκηπίων Κορνήλιος εἰς Ἰβηρίαν πεμφθεὶς Καρχηδονίους μὲν ἐξήλασε μάχαις πολλαῖς κρατήσας, ἔθνη δὲ πάμπολλα καὶ πόλεις μεγάλας καὶ πράγματα λαμπρὰ Ῥωμαίοις κτησάμενος εὔνοιαν εἶχε καὶ δόξαν ἐπανελθὼν ὅσην ἄλλος οὐδείς, ὕπατος δὲ κατασταθεὶς καὶ τὸν δῆμον αἰσθόμενος μεγάλην ἀπαιτοῦντα καὶ προσδεχόμενον πρᾶξιν αὐτοῦ, §25.2τὸ μὲν αὐτόθι συμπλέκεσθαι πρὸς Ἀννίβαν ἀρχαῖον ἡγεῖτο λίαν καὶ πρεσβυτικόν, αὐτὴν δὲ Καρχηδόνα καὶ Λιβύην εὐθὺς ἐμπλήσας ὅπλων καὶ στρατευμάτων διενοεῖτο πορθεῖν καὶ τὸν πόλεμον ἐκ τῆς Ἰταλίας ἐκεῖ μεθιστάναι, καὶ πρὸς τοῦτο παντὶ τῷ θυμῷ συνεξώρμα τὸν δῆμον, ἐνταῦθα δὴ Φάβιος ἐπὶ πᾶν δέους ἄγων τὴν πόλιν, ὡς ὑπʼ ἀνδρὸς ἀνοήτου καὶ νέου φερομένην εἰς τὸν ἔσχατον καὶ μέγιστον κίνδυνον, §25.3οὔτε λόγου φειδόμενος οὔτʼ ἔργου δοκοῦντος ἀποτρέψειν τοὺς πολίτας τὴν μὲν βουλὴν ἔπεισε, τῷ δὲ δήμῳ διὰ φθόνον ἐδόκει τοῦ Σκηπίωνος εὐημεροῦντος ἐπιλαμβάνεσθαι καὶ δεδιέναι, μή τι μέγα καὶ λαμπρὸν ἐξεργασαμένου καὶ τὸν πόλεμον ἢ παντάπασιν ἀνελόντος ἢ τῆς Ἰταλίας ἐκβαλόντος αὐτὸς ἀργὸς φανῇ καὶ μαλακός ἐν τοσούτῳ χρόνῳ μὴ διαπεπολεμηκώς.
但是,当科尔内利乌斯·西庇阿被派往伊比利亚,在多次战斗中击败并赶走了卡太基人,为罗马人赢得了极多部族、大都市和辉煌的功绩,并在归国后获得了旁人无可企及的爱戴与名望,且被任命为执政官,并察觉到民众正要求并期待他采取重大行动时,他认为在本地与汉尼拔交手已是极其陈旧而暮气沉沉的做法,而企图立即用武器和军队填满卡太基及利比亚本土并予以摧毁,将战争从意大利转移到那里去,且为此尽全力煽动民众。 在此情况下,法比乌斯使整个城市陷入了极度恐惧之中,声称国家正被一个愚蠢的年轻人带入最深重和最大的危险之中,他不遗余力地动用一切自认为能劝阻公民的言辞和行动,说服了元老院;但民众却认为,他是出于嫉妒西庇阿的成功而进行阻挠,并且害怕一旦西庇阿建立伟大而辉煌的功勋、彻底消灭战争或将其赶出意大利,他自己就会因为在如此漫长的时间里未能结束战争而显得怠惰和软弱。
§25.4ἔοικε δʼ ὁρμῆσαι μὲν ἐξ ἀρχῆς ὁ Φάβιος πρὸς τὸ ἀντιλέγειν ὑπὸ πολλῆς ἀσφαλείας καὶ προνοίας, μέγαν ὄντα δεδιὼς τὸν κίνδυνον, ἐντεῖναι δέ πως μᾶλλον ἑαυτὸν καὶ πορρωτέρω προαχθῆναι φιλοτιμίᾳ τινὶ καὶ φιλονεικίᾳ, κωλύων τοῦ Σκηπίωνος τὴν αὔξησιν, ὅς γε καὶ Κράσσον ἔπειθε, τὸν συνυπατεύοντα τῷ Σκηπίωνι, μὴ παρεῖναι τὴν στρατηγίαν μηδʼ ὑπείκειν, ἀλλʼ αὐτὸν, εἰ δόξειεν, ἐπὶ Καρχηδονίους περαιοῦσθαι, καὶ χρήματα δοθῆναι πρὸς τὸν πόλεμον οὐκ εἴασε.
法比乌斯起初似乎是因为极度谨慎和远见而对这一计划表示反对,担心危险巨大,但随后似乎由于某种荣誉感和竞争心而使自己更加投入、走得更远,意图阻碍西庇阿的崛起;他甚至说服了西庇阿的执政官同僚克拉苏,不要让出统帅权,也不要屈服,而是如果可行的话,由他自己渡海去对付卡太基人,并且他不允许为这场战争拨款。
§25.5χρήματα μὲν οὖν Σκηπίων ἑαυτῷ πορίζειν ἀναγκαζόμενος ἤγειρε παρὰ τῶν ἐν Τυρρηνίᾳ πόλεων ἰδίᾳ πρὸς αὐτὸν οἰκείως διακειμένων καὶ χαριζομένων Κράσσον δὲ τὰ μὲν ἡ φύσις οὐκ ὄντα φιλόνεικον, ἀλλὰ πρᾷον, οἴκοι κατεῖχε, τὰ δὲ καὶ νόμος θεῖος ἱερωσύνην ἔχοντα τὴν μεγίστην.
因此,西庇阿被迫自行筹措资金,并从第勒尼安那些私下里与他关系亲近、乐于提供协助的城市中募集到了资金。 而对于克拉苏,一方面,他那不好胜而温和的天性将他留在了国内,另一方面,由于他担任着最高祭司这一神圣的职位,神法也将他留在了国内。