Humanitext Reader

普鲁塔克 · 费边·马克西姆斯传 §24.1-24.4

法比乌斯对其执政官儿子的敬意与丧子之痛

第 24 段,共 27 段 · 希腊语

内容简介

法比乌斯的儿子当选执政官,法比乌斯通过服从儿子的下马命令展现了对公权力的尊重。儿子去世后,他克制悲痛并在广场上发表了悼词。

§24.1οἱ δὲ Ῥωμαῖοι τά τʼ ἄλλα τῷ Φαβίῳ προσεφέροντο λαμπρῶς, καὶ τὸν υἱὸν αὐτοῦ Φάβιον ἀνέδειξαν ὕπατον.
罗马人在其他方面也对法比乌斯非常优待,并选举他的儿子法比乌斯担任执政官。
παραλαβόντος δὲ τὴν. ἀρχὴν αὐτοῦ καὶ διοικοῦντός τι τῶν πρὸς τὸν πόλεμον ὁ πατὴρ, εἴτε διὰ γῆρας καὶ ἀσθένειαν εἴτε διαπειρώμενος τοῦ παιδός, ἀναβὰς ἐφʼ ἵππον προσῄει διὰ τῶν ἐντυγχανόντων καὶ περιεστώτων.
当他接任职务并管理有关战争的事务时,他的父亲,或许是因为年老体衰,或许是为了测试他的儿子,便骑着马,穿过迎面而来和围立在身旁的人群向他走来。
ὁ δὲ νεανίας κατιδὼν πόρρωθεν οὐκ ἠνέσχετο, πέμψας δʼ ὑπηρέτην ἐκέλευσε καταβῆναι τὸν πατέρα καὶ διʼ αὑτοῦ προσελθεῖν, εἰ δή τι τυγχάνει τῆς ἀρχῆς δεόμενος.
但那个年轻人从远处看见后,却不能容忍,便派了一名侍从,命令他的父亲下马,如果他确实需要长官处理什么事务,就步行走过来。
§24.2καὶ τοὺς μὲν ἄλλους ἠνίασε τὸ ἐπίταγμα, καὶ σιωπῇ πρὸς τὸν Φάβιον ὡς ἀνάξια πάσχοντα τῆς δόξης ἀπέβλεψαν αὐτὸς δʼ ἐκεῖνος ἀποπηδήσας κατὰ τάχος, θᾶττον ἢ βάδην πρὸς τὸν υἱὸν ἐπειχθεὶς, καὶ περιβαλὼν καὶ ἀσπασάμενος, εὖ γε, εἶπεν, ὦ παῖ, φρονεῖς καὶ πράττεις, αἰσθόμενος τίνων ἄρχεις καὶ πηλίκης μέγεθος ἀνείληφας ἀρχῆς, οὕτω καὶ ἡμεῖς καὶ οἱ πρόγονοι τὴν Ῥώμην ηὐξήσαμεν, ἐν δευτέρῳ καὶ γονεῖς καὶ παῖδας ἀεὶ τῶν τῆς πατρίδος καλῶν τιθέμενοι.
而这一命令激怒了其他人,他们默默地看着法比乌斯,认为他正遭受配不上其荣耀的待遇;但他自己却迅速跳下马来,比步行还快地奔向儿子,搂住并亲吻他,说道: “好啊,我的孩子,你思考和行动都很得当,因为你意识到自己在统治着谁,以及你承担了多么重大的官职;正是通过这种方式,我们和祖先们才使罗马强大起来,总是将父母和子女置于祖国利益的第二位。
§24.3λέγεται δʼ ὡς ἀληθῶς τοῦ Φαβίου τὸν πρόπαππον ἐν δόξῃ καὶ δυνάμει μεγίστῃ Ῥωμαίων γενόμενον πεντάκις μὲν αὑτὸν ὑπατεῦσαι καὶ θριάμβους ἐκ πολέμων μεγίστων ἐπιφανεστάτους καταγαγεῖν, ὑπατεύοντι δʼ υἱῷ πρεσβευτὴν συνεξελθεῖν ἐπὶ τὸν πόλεμον, ἐν δὲ τῷ θριάμβῳ τὸν μὲν εἰσελαύνειν ἐπὶ τεθρίππῳ, τὸν δʼ ἵππον ἔχοντα μετὰ τῶν ἄλλων ἐπακολουθεῖν, ἀγαλλόμενον ὅτι τοῦ μὲν υἱοῦ κύριος, τῶν δὲ πολιτῶν μέγιστος καὶ ὢν καὶ προσαγορευόμενος, ὕστερον αὑτὸν τοῦ νόμου καὶ τοῦ ἄρχοντος τίθησιν.
” 据传,法比乌斯的曾祖父曾在罗马人中享有极高的荣耀与权力,他自己曾五次担任执政官,并在最重大的战争中赢得了最辉煌的凯旋式,而在他的儿子担任执政官时,他作为副将一同出征;在凯旋式中,儿子乘坐着四马战车进城,而他自己则牵着马和其他人一起跟在后面,并为此感到欣喜:尽管他无论是事实上还是名义上都是公民中最伟大的人物,且对儿子拥有家父权,但他却将自己置于法律和执政官之后。
ἀλλὰ γὰρ ἐκεῖνος οὐκ ἀπὸ τούτων μόνον θαυμαστὸς ἦν.
然而,那个人不仅因这些事迹而令人钦佩。
§24.4τοῦ δὲ Φαβίου τὸν υ ἱὸν ἀποθανεῖν συνέβη· καὶ τὴν μὲν συμφορὰν ὡς ἀνήρ τε φρόνιμος καὶ πατὴρ χρηστὸς ἤνεγκε μετριώτατα, τὸ δʼ ἐγκώμιον, ὃ ταῖς ἐκκομιδαῖς τῶν ἐπιφανῶν οἱ προσήκοντες ἐπιτελοῦσιν, αὐτὸς εἶπε καταστὰς ἐν ἀγορᾷ, καὶ γράψας τὸν λόγον ἐξέδωκεν.
后来,法比乌斯的儿子不幸去世了;他作为一个明智的人和一位慈祥的父亲,极其克制地承受了这一不幸,并且在广场上亲自发表了亲属在名人葬礼上所作的悼词,还将这篇演说写成文字发表了出来。

词汇与语法注释

  1. §24.1παραλαβόντος δὲ τὴν ἀρχὴν αὐτοῦ — 属格独立结构。`αὐτοῦ`(指儿子法比乌斯)作为现在分词 `παραλαβόντος` 和 `διοικοῦντός` 的逻辑主语。
  2. §24.1διʼ αὑτοῦ — 意为“步行”或“亲自”的习语。在这里,儿子命令骑马的父亲下马,并用自己的双脚步行走到(作为长官的儿子)面前。
  3. §24.3ὕστερον αὑτὸν τοῦ νόμου καὶ τοῦ ἄρχοντος τίθησιν — 动词 `τίθησιν` 为直陈式现在时,作为由分词 `ἀγαλλόμενον` 引导的 `ὅτι` 从句(表示原因)的主动词。在此从句中,分词 `ὢν` 具有让步含义(“虽然是……”)。
  4. §24.4τοῦ δὲ Φαβίου τὸν υἱὸν ἀποθανεῖν συνέβη — 无人称结构,其中对格与不定式从句 `τὸν υἱὸν ἀποθανεῖν` 充当无人称动词 `συνέβη`(“发生……”)的主语。`τοῦ δὲ Φαβίου` 是修饰 `τὸν υἱὸν` 的所有格属格。

引用这一段

普鲁塔克, 费边·马克西姆斯传 §24.1-24.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg013.humanitext-grc2:24.1-24.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。