§22.1πραττομένων δὲ τούτων, ὁ Φάβιος περισπάσαι τὸν Ἀννίβαν τεχνάζων ἐπέστειλε τοῖς ἐν Ῥηγίῳ στρατιώταις τὴν Βρεττίαν καταδραμεῖν καὶ Καυλωνίαν ἐξελεῖν κατὰ κράτος στρατοπεδεύσαντας, ὀκτακισχιλίους ὄντας, αὐτομόλους δὲ τοὺς πολλοὺς καὶ τῶν ἐκ Σικελίας ὑπὸ Μαρκέλλου κεκομισμένων ἀτίμων τοὺς ἀχρηστοτάτους καὶ μετʼ ἐλαχίστης τῇ πόλει λύπης καὶ βλάβης ἀπολουμένους.
在这些事情进行期间,法比乌斯为了分散汉尼拔的注意力,设计向雷吉乌姆的士兵传令,让他们袭击布鲁提地区,并安营扎寨,力攻考洛尼亚。 ¦p.aris.1624.187 这些士兵共有八千人,其中大多数是逃兵,以及由马尔凯鲁斯从西西里带回、处于不受尊重状态中最无用的人,他们即便死去,对罗马城来说也是最不痛惜、损失最小的。
§22.2ἤλπιζε γὰρ τούτους προέμενος τῷ Ἀννίβᾳ καὶ δελεάσας ἀπάξειν αὐτὸν ἀπὸ τοῦ Τάραντος· ὃ καὶ συνέβαινεν.
因为法比乌斯希望通过把这些人抛给汉尼拔作为诱饵,将他引离塔兰托;事情也确实这样发生了。
εὐθὺς γὰρ ἐκεῖ διώκων ὁ Ἀννίβας ἐρρύη μετὰ τῆς δυνάμεως, ἡμέρᾳ δʼ ἕκτῃ τοὺς Ταραντίνους τοῦ Φαβίου περιστρατοπεδεύσαντος, ὁ προδιειλεγμένος τῷ Βρεττίῳ μετὰ τῆς ἀδελφῆς νεανίσκος ἧκε νύκτωρ πρὸς αὐτόν, εἰδὼς ἀκριβῶς καὶ καθεωρακὼς τὸν τόπον ἐφʼ οὗ παραφυλάττων ὁ Βρέττιος ἔμελλεν ἐνδώσειν καὶ παρήσειν τοῖς προσβάλλουσιν.
汉尼拔立刻率军往那里追击而去。 在法比乌斯围困塔兰托人并安营扎寨的第六天,那个先前通过其姐妹与布鲁提人进行过谈判的青年,在夜间来到了法比乌斯身边。 他准确地知道并看清了那名布鲁提人在看守时准备让步并放攻击者进城的地点。
§22.3οὐ μὴν ἁπλῶς γε τῆς προδοσίας ἐξήρτησεν ὁ Φάβιος τὴν πρᾶξιν, ἀλλʼ αὐτὸς μὲν ἐκεῖσε παρελθὼν ἡσυχίαν ἦγεν, ἡ δʼ ἄλλη στρατιὰ προσέβαλλε τοῖς τείχεσιν ἔκ τε γῆς καὶ θαλάττης ἅμα, ποιοῦσα πολλὴν κραυγὴν καὶ θόρυβον, ἄχρι οὗ τῶν πλείστων Ταραντίνων ἐκεῖ βοηθούντων καὶ συμφερομένων τοῖς τειχομαχοῦσιν ἐσήμηνε τῷ Φαβίῳ τὸν καιρὸν ὁ Βρέττιος, καὶ διὰ κλιμάκων ἀναβὰς ἐκράτησε τῆς πόλεως.
然而,法比乌斯并没有完全把这次行动寄托在内应上,而是自己前往该处保持静默,而其余的军队则同时从陆地和海上对城墙发起进攻,制造出巨大的喊杀声 ¦p.184 和混乱。 直到大多数塔兰托人都跑到那里去增援、并与围攻城墙的士兵交战时,布鲁提人向法比乌斯发出了信号,法比乌斯便通过梯子登城,占领了这座城市。
§22.4ἐνταῦθα μέντοι δοκεῖ φιλοτιμίας ἥττων γενέσθαι·
然而在这里,他似乎败给了自己的虚荣心。
τοὺς γὰρ Βρεττίους πρώτους ἀποσφάττειν ἐκέλευσεν, ὡς μὴ προδοσίᾳ τὴν πόλιν ἔχων φανερὸς γένοιτο, καὶ ταύτης τε διήμαρτε τῆς δόξης καὶ διαβολὴν ἀπιστίας προσέλαβε καὶ ὠμότητος.
因为他命令首先斩杀那些布鲁提人,以免自己是通过背叛占领该城的事情暴露。 但他不仅未能获得这一名声,反而招致了背信弃义和残酷无情的指责。
ἀπέθανον δὲ πολλοὶ καὶ τῶν Ταραντίνων· οἱ δὲ πραθέντες ἐγένοντο τρισμύριοι, καὶ τὴν πόλιν ἡ στρατιὰ διήρπασεν ἀνηνέχθη δʼ εἰς τὸ δημόσιον τρισχίλια τάλαντα.
许多塔兰托人也惨遭杀害;被贩卖为奴的达三万人,军队洗劫了城市,并将三千塔兰特缴入国库。
§22.5πάντων δὲ τῶν ἄλλων ἀγομένων καὶ φερομένων λέγεται τὸν γραμματέα πυθέσθαι τοῦ Φαβίου περὶ τῶν θεῶν τί κελεύει, τὰς γραφὰς οὕτω προσαγορεύσαντα καὶ τοὺς ἀνδριάντας·
在其他所有东西都被抢掠和运走的时候,据说书记官向法比乌斯请示关于神灵有什么指示,他是以此指代那些画作和雕像。
τὸν οὖν Φάβιον εἰπεῖν
ἀπολείπωμεν τοὺς θεοὺς Ταραντίνοις κεχολωμένους.
于是法比乌斯说: “我们把愤怒的神灵留给塔兰托人吧。
§22.6οὐ μὴν ἀλλὰ τὸν κολοσσὸν τοῦ Ἡρακλέους μετακομίσας ἐκ Τάραντος ἔστησεν ἐν Καπιτωλίῳ, καὶ πλησίον ἔφιππον εἰκόνα χαλκῆν ἑαυτοῦ, πολὺ Μαρκέλλου φανεὶς ἀτοπώτερος περὶ ταῦτα, μᾶλλον δʼ ὅλως ἐκεῖνον ἄνδρα πρᾳότητι καὶ φιλανθρωπίᾳ θαυμαστὸν ἀποδείξας, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται.
” 尽管如此,他还是把赫拉克勒斯的巨像从塔兰托运走,立在了卡皮托林山上,并在其身旁立了一尊他自己的青铜骑马像。 在这类事情上,他显得比马尔凯鲁斯要荒谬得多,或者更确切地说,这完全彰显了那个人在温和与人道上的令人赞叹,正如在关于那个人的传记中所记载的那样。