Humanitext Reader

普鲁塔克 · 费边·马克西姆斯传 §23.1-23.3

法比乌斯的凯旋式与对里维乌斯的机智反驳

第 23 段,共 27 段 · 希腊语

内容简介

汉尼拔在法比乌斯收复塔兰托后承认失败,法比乌斯举行了第二次凯旋式。与此同时,坚守要塞的里维乌斯声称功劳归于自己,法比乌斯用一句机智的回答予以了反驳。

§23.1Ἀννίβαν δὲ λέγεται διώκοντα τεσσαράκοντα μόνοις ἀπολειφθῆναι σταδίοις, καί φανερῶς μὲν εἰπεῖν ἦν ἄρα καί Ῥωμαίοις Ἀννίβας τις ἕτερος· ἀπεβάλομεν γὰρ τὴν Ταραντίνων πόλιν ὥσπερ ἐλάβομεν, ἰδίᾳ δὲ τότε πρῶτον αὐτῷ παραστῆναι πρὸς τοὺς φίλους εἰπεῖν, ὡς πάλαι μὲν ἑώρα χαλεπὸν αὐτοῖς, νῦν δʼ ἀδύνατον κρατεῖν ἀπὸ τῶν ὑπαρχόντων Ἰταλίας.
据说,汉尼拔虽然在追击,但最终只差了四十斯塔迪翁而未能赶上,并且在公开场合说道: “原来罗马人也有另一个汉尼拔;因为我们失去塔兰托城的方式,正和我们夺取它时一模一样。 ” 而在私底下,据说那时他第一次向朋友们表明,他以前虽然觉得他们很难统治,但现在看来,以目前在意大利的资源,这已经是不可能的了。
§23.2τοῦτον δεύτερον θρίαμβον ἐθριάμβευσε λαμπρότερον τοῦ προτέρου Φάβιος, ὥσπερ ἀθλητὴς ἀγαθὸς ἐπαγωνιζόμενος τῷ Ἀννίβᾳ καί ῥᾳδίως ἀπολυόμενος αὐτοῦ τὰς πράξεις, ὥσπερ ἅμματα καί λαβὰς οὐκέτι τὸν αὐτὸν ἐχούσας τόνον.
法比乌斯举行的这第二次凯旋式比上一次更加辉煌,他就好比一个优秀的运动员与汉尼拔继续交手,并轻松地化解他的招式,就好像那些结扣和抓手已经不再具有同样的张力。
ἡ μὲν γὰρ ἀνεῖτο τῆς δυνάμεως αὐτῷ διὰ τρυφὴν καί πλοῦτον, ἡ δʼ ὥσπερ ἐξήμβλυντο καί κατατέτριπτο τοῖς ἀλωφήτοις ἀγῶσιν.
因为他(汉尼拔)的军队,一部分由于奢侈和财富而松懈,另一部分则在不懈的斗争中仿佛变得迟钝且消耗殆尽。
§23.3ἦν δὲ Μᾶρκος Λίβιος, οὗ τὸν Τάραντα φρουροῦντος ὁ Ἀννίβας ἀπέστησεν ὅμως δὲ τὴν ἄκραν κατέχων οὐκ ἐξεκρούσθη, καί διεφύλαξεν ἄχρι τοῦ πάλιν ὑπὸ Ῥωμαίοις γενέσθαι τοὺς Ταραντίνους.
当时有一个叫马尔库斯·里维乌斯的人,在他守卫塔兰托时,汉尼拔使其反叛,但他依然坚守要塞而未被驱逐,并一直保卫着它,直到塔兰托人重新归于罗马人的统治。
τοῦτον ἠνία Φάβιος τιμώμενος, καί ποτε πρὸς τὴν σύγκλητον ὑπὸ φθόνου καί φιλοτιμίας ἐξενεχθεὶς εἶπεν ὡς οὐ Φάβιος, ἀλλʼ αὐτὸς αἴτιος γένοιτο τοῦ τὴν Ταραντίνων ἁλῶναι.
法比乌斯受到尊崇让这个人感到恼火,有一次,他在元老院面前因嫉妒和虚荣心而失控,声称攻占塔兰托城的原因不是法比乌斯,而是他自己。
γελάσας οὖν ὁ Φάβιος, ἀληθῆ λέγεις, εἶπεν, εἰ μὴ γὰρ σὺ τὴν πόλιν ἀπέβαλες, οὐκ ἂν ἐγὼ παρέλαβον.
于是法比乌斯笑着说: “你说得对;因为如果你没有失去这座城市,我就无法收复它。 ”

词汇与语法注释

  1. §23.1ἦν ἄρα — 所谓的“发现的未完成过去时”(imperfect of discovery),与语气词 ἄρα 连用,用来表示说话者此刻才突然意识到一直存在的事实(“原来是……”)。
  2. §23.1αὐτῷ παραστῆναι — 无人称结构,意为“他脑海中浮现”,带与格 αὐτῷ 指代汉尼拔。此动词为受主动词 λέγεται 控制的不定式,并伴随后续的不定式 εἰπεῖν,表示“他便向朋友们说出……”。
  3. §23.2ἀνεῖτο — 动词 ἀνίημι(放松、放开)的直陈式过去完成时(或完成时)被动第三人称单数。主语是指示代词 ἡ μέν(“其中一部分”),带有部分属格 τῆς δυνάμεως(“军队的”)。
  4. §23.3τοῦ τὴν Ταραντίνων ἁλῶναι — 带属格冠词的不定式 τοῦ ἁλῶναι(动词 ἁλίσκομαι“被攻占”的不定过去时不定式),作为表示原因的形容词 αἴτιος 的补足语。该不定式的逻辑主语是 τὴν Ταραν提努(塔兰托人的),修饰省去的宾语名词 πόλιν(城市)。
  5. §23.3εἰ μὴ ... ἀπέβαλες, οὐκ ἂν ... παρέλαβον — 与过去事实相反的虚拟条件句(反事实条件句)。条件从句(protasis)为 εἰ 搭配直陈式过去时(不定过去时 ἀπέβαλες),主句(apodosis)为 ἄν 搭配直陈式过去时(未完成过去时或不定过去时 παρέλαβον)。

引用这一段

普鲁塔克, 费边·马克西姆斯传 §23.1-23.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg013.humanitext-grc2:23.1-23.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。