§21.1τὴν δὲ Ταραντίνων πόλιν ἔσχεν ἑαλωκυῖαν ἐκ προδοσίας τὸν τρόπον τοῦτον, ἐστρατεύετο παρʼ αὐτῷ νεανίας Ταραντῖνος ἔχων ἀδελφήν πιστῶς πάνυ καὶ φιλοστόργως διακειμένην πρὸς αὐτόν, ἤρα δὲ ταύτης ἀνὴρ Βρέττιος τῶν τεταγμένων ὑπʼ Ἀννίβου τὴν πόλιν φρουρεῖν ἐφʼ ἡγεμονίας, τοῦτο πράξεως ἐλπίδα τῷ Ταραντίνῳ παρέσχε, καὶ τοῦ Φαβίου συνειδότος εἰς τὴν πόλιν ἀφείθη, λόγῳ δʼ ἀποδεδράκει πρὸς τὴν ἀδελφήν εἰς Τάραντα.
他通过背叛,以如下方式占领了塔兰托城。 在他麾下服役的一名塔兰托青年,有一个对他非常忠诚和挚爱的姐妹。 而一名布鲁提人,即汉尼拔派来镇守该城并担任指挥官的男子,爱上了她。 这给这名塔兰托青年带来了行动的希望,在法比乌斯的知情和默许下,他被送回城内,名义上则是他逃往塔兰托投奔他的姐妹。
§21.2αἱ μὲν οὖν πρῶται τῶν ἡμερῶν ἦσαν, καὶ καθʼ ἑαυτὸν ὁ Βρέττιος ἀνεπαύετο, λανθάνειν τὸν ἀδελφὸν οἰομένης ἐκείνης, ἔπειτα λέγει πρὸς αὐτὴν ὁ νεανίας
καὶ μὴν ἐκεῖ λόγος ἐφοίτα πολὺς ἀνδρί σε τῶν δυνατῶν καὶ μεγάλων συνεῖναι.
起初的几天里,那女子以为弟弟对此毫不知情,那名布鲁提人也独自静处;但随后,那名青年对她说道: “不过,那边曾流传很多传言,说你正与一位有权势和地位的男子交往。
τίς οὗτός ἐστιν;
这人是谁?
εἰ γὰρ εὐδόκιμός τίς, ὥς φασιν, ἀρετῇ καὶ λαμπρός, ἐλάχιστα φροντίζει γένους ὁ πάντα συμμιγνὺς πόλεμος· αἰσχρὸν δὲ μετʼ ἀνάγκης οὐδέν, ἀλλʼ εὐτυχία τίς ἐν καιρῷ τὸ δίκαιον ἀσθενὲς ἔχοντι πρᾳοτάτῳ χρήσασθαι τῷ βιαζομένῳ.
如果像人们所说,他是一个因勇武而声名显赫、杰出的人物,那么,把一切混杂在一起的战争是最不看重出身的;而且在迫不得已的情况下,没有什么是不名誉的,相反,在正义虚弱的危难时刻,能遇到一个极为温和的支配者,也是一种幸运。
§21.3ἐκ τούτου μεταπέμπεται μὲν ἡ γυνὴ τὸν Βρέττιον καὶ γνωρίζει τὸν ἀδελφὸν αὐτῷ ταχὺ δὲ συμπράττων τὴν ἐπιθυμίαν ἐκεῖνος καὶ μᾶλλον ἢ πρότερον εὔνουν καὶ χειροήθη τῷ βαρβάρῳ παρέχειν δοκῶν τὴν ἀδελφήν, ἔσχε πιστῶς, ὥστε μὴ χαλεπῶς ἐρῶντος ἀνθρώπου μισθοφόρου μεταστῆσαι διάνοιαν ἐπʼ ἐλπίσι δωρεῶν μεγάλων, ἃς ἐπηγγέλλετο παρέξειν αὐτῷ τὸν Φάβιον.
” 于是,那女子派人唤来布鲁提人,并将弟弟引见给他。 由于那名青年迅速协助他的情欲,并显得比以前更让他的姐妹对那名异族人顺从和友好,因此赢得了他的信任,以至于通过法比乌斯向他许诺提供的巨额赏赐的希望,来转变一个恋爱中的雇佣兵的心意,并不是什么难事。
§21.4ταῦτα μὲν οὖν οἱ πλεῖστοι γράφουσι περὶ τούτων·
关于这些事情,大多数作者是这样记载的。
ἔνιοι δὲ τὴν ἄνθρωπον ὑφʼ ἧς ὁ Βρέττιος μετήχθη, φασὶν οὐ Ταραντίνην, ἀλλὰ Βρεττίαν τὸ γένος οὖσαν, τῷ δὲ Φαβίῳ παλλακευομένην, ὡς ᾔσθετο πολίτην καὶ γνώριμον ὄντα τὸν τῶν Βρεττίων ἄρχοντα, τῷ τε Φαβίῳ φράσαι καὶ συνελθοῦσαν εἰς λόγους ὑπὸ τὸ τεῖχος ἐκπεῖσαι καὶ κατεργάσασθαι τὸν ἄνθρωπον.
然而有些人说,诱使那名布鲁提人转变心意的女子并非塔兰托人,而是出身于布鲁提,且是法比乌斯的情妇。 当她察觉到布鲁提人的指挥官是她的同胞和熟人时,便告诉了法比乌斯,并来到城墙下与他交谈,说服并征服了那个人。