§19.1ἐπεὶ δʼ Ἀννίβανἐπύθοντο μετὰ τὴν μάχην ἀποτετράφθαι πρὸς τὴν ἄλλην Ἰταλίαν, ἀναθαρρήσαντες ἐξέπεμπον ἡγεμόνας καὶ στρατεύματα, τούτων δʼ ἐπιφανέστατοι Φάβιός τε Μάξιμος καὶ Κλαύδιος Μάρκελλος ἦσαν, ἀπὸ τῆς ἐναντίας σχεδὸν προαιρέσεως θαυμαζόμενοι παραπλησίως.
当他们得知汉尼拔在战后已转向意大利的其他地区时,便重新振作起来,派遣了将领和军队。 在这些人中,最著名的便是法比乌斯·马克西穆斯和克劳狄乌斯·马尔凯鲁斯,他们因截然相反的战略方针而同样受到人们的赞赏。
§19.2ὁ μὲν γὰρ, ὥσπερ ἐν τοῖς περὶ αὐτοῦ γεγραμμένοις εἴρηται, περιλαμπὲς τὸ δραστήριον ἔχων καὶ γαῦρον, ἅτε δὴ καὶ κατὰ χεῖρα πλήκτης ἀνὴρ καὶ φύσει τοιοῦτος ὢν οἵους Ὅμηρος μάλιστα καλεῖ
φιλοπτολέμους
καὶ
ἀγερώχους
ἐν τῷ παραβόλῳ καὶ ἰταμῷ καὶ πρὸς ἄνδρα τολμηρὸν τὸν Ἀννίβαν ἀντιτολμῶντι τρόπῳ πολέμου συνίστατο τοὺς πρώτους ἀγῶνας·
因为正如在关于马尔凯鲁斯的传记中所记载的那样,前者拥有一种极其耀眼而自豪的行动力,他确实是一个善于亲手搏杀的勇士,天性就是荷马最常称之为“好战”和“骄傲”的那类人。 他在面对同样胆大妄为的汉尼拔时,以一种冒险、勇猛且针锋相对的交战方式,展开了最初的交锋。
§19.3Φάβιος δὲ τῶν πρώτων ἐχόμενος λογισμῶν ἐκείνων ἤλπιζε μηδενὸς μαχομένου μηδʼ ἐρεθίζοντος τὸν Ἀννίβαν αὐτὸν ἐπηρεάσειν ἑαυτῷ καὶ κατατριβήσεσθαι περὶ τὸν πόλεμον, ὥσπερ ἀθλητικοῦ σώματος τῆς δυνάμεως ὑπερτόνου γενομένης καὶ καταπόνου, ταχύτατα τὴν ἀκμὴν ἀποβαλόντα.
而法比乌斯则坚持他最初的那些考量,希望在无人与其交战、无人去激惹他的情况下,汉尼拔自身就会自食其果并在战争中自我消耗,正如一个运动员的身体,在过度紧绷和疲惫之后,会极其迅速地失去其巅峰状态。
διὸ τοῦτον μὲν ὁ Ποσειδώνιός φησι θυρεόν, τὸν δὲ Μάρκελλον ξίφος ὑπὸ τῶν Ῥωμαίων καλεῖσθαι, κιρναμένην δὲ τὴν Φαβίου βεβαιότητα καὶ ἀσφάλειαν τῇ Μαρκέλλου συνηθείᾳ γενέσθαι τοῖς Ῥωμαίοις.
因此,波塞多尼乌斯说,法比乌斯被罗马人称为“盾”,而马尔凯鲁斯则被称为“剑”;将法比乌斯的稳健与安全感同马尔凯鲁斯的作战习惯融为一体,成为了罗马人的得救之道。
§19.4ὁ δʼ Ἀννίβας τῷ μὲν ὡς ῥέοντι σφόδρα ποταμῷ πολλάκις ἀπαντῶν ἐσείετο καὶ παρερρήγνυτο τὴν δύναμιν, ὑφʼ οὗ δὲ καὶ κατὰ μικρὸν ὑπορρέοντος ἀψοφητὶ καὶ παρεμπίπτοντος ἐνδελεχῶς ὑπερειπόμενος καὶ δαπανώμενος ἐλάνθανε·
汉尼拔在频繁迎击前者(马尔凯鲁斯)时,仿佛迎击一条汹涌澎湃的河流,其力量屡屡被动摇和撕裂;而面对后者(法比乌斯)时,由于对方如暗流般无声无息且持之以恒地渗透进来,汉尼拔在不知不觉中被逐渐削弱和消耗。
καὶ τελευτῶν εἰς ἀπορίαν κατέστη τοσαύτην ὥστε Μαρκέλλῳ μὲν ἀποκαμεῖν μαχόμενον, Φάβιον δὲ φοβεῖσθαι μὴ μαχόμενον.
最终,他陷入了如此尴尬的境地,以至于因与马尔凯鲁斯交战而精疲力竭,却因法比乌斯不与他交战而感到恐惧。
§19.5τὸ γὰρ πλεῖστον, ὡς εἰπεῖν, τοῦ χρόνου τούτοις διεπολέμησεν ἢ στρατηγοῖς ἢ ἀνθυπάτοις ἢ ὑπάτοις ἀποδεδειγμένοις· ἑκάτερος γὰρ αὐτῶν πεντάκις ὑπάτευσεν.
实际上,可以说在大部分时间里,他都是在与被任命为将领、资深执政官或执政官的这两个人交战;因为他们两人都曾五次担任执政官。
ἀλλὰ Μάρκελλον μὲν ὑπατεύοντα τὸ πέμπτον ἐνέδρᾳ περιβαλὼν ἔκτεινε, Φαβίῳ δὲ πᾶσαν ἀπάτην καὶ διάπειραν ἐπάγων πολλάκις οὐδὲν ἐπέραινε, πλὴν ἅπαξ ὀλίγου παρακρουσάμενος ἔσφηλε τὸν ἄνδρα.
然而,对于马尔凯鲁斯,汉尼拔在其第五次担任执政官时设下埋伏将其杀害;而对于法比乌斯,尽管他多次施展各种欺骗和尝试,却未能取得任何成效,唯有一次,他差点用诡计绊倒了这位对手。
§19.6συνθεὶς γὰρ ἐπιστολὰς παρὰ τῶν ἐν Μεταποντίῳ δυνατῶν καὶ πρώτων ἔπεμψε πρὸς τὸν Φάβιον, ὡς τῆς πόλεως ἐνδοθησομένης εἰ παραγένοιτο, καὶ τῶν τοῦτο πραττόντων ἐκεῖνον ἐλθεῖν καὶ φανῆναι πλησίον ἀναμενόντων.
因为汉尼拔伪造了梅塔蓬图姆城中权贵和首领们的来信,派人送给法比乌斯,声称只要他能赶到,该城便会投降,且主持此事的人们正等待着他的到来和在附近出现。
ταῦτʼ ἐκίνησε τὸν Φάβιον τὰ γράμματα, καὶ λαβὼν μέρος τι τῆς στρατιᾶς ἔμελλεν ὁρμήσειν διὰ νυκτός·
这些信件打动了法比乌斯,他率领一部分军队,准备在夜间出发。
εἶτα χρησάμενος ὄρνισιν οὐκ αἰσίοις ἀπετράπη, καὶ μετὰ μικρὸν ἐπεγνώσθη τὰ γράμματα πρὸς αὐτὸν ὑπʼ Ἀννίβου δόλῳ συντεθέντα κἀκεῖνος ἐνεδρεύων αὐτὸν ὑπὸ τὴν πόλιν.
然而,由于占卜中遇到了不吉的鸟兆,他折返了回来。 不久之后,人们便发现这些信件是汉尼拔为设计他而伪造的,且汉尼拔当时正潜伏在城下准备伏击他。
ἀλλὰ ταῦτα μὲν ἄν τις εὐνοίᾳ θεῶν ἀναθείη.
不过,这件事确实应该归功于神明的恩赐。