§18.1ταῖς μὲν οὐν πύλαις ἐπέστησε τοὺς τὸν ἐκπίπτοντα καὶ προλείποντα τὴν πόλιν ὄχλον ἀπείρξοντας, πένθους δὲ καὶ τόπον καὶ χρόνον ὥρισε, κατʼ οἰκίαν ἀποθρηνεῖν κελεύσας ἐφʼ ἡμέρας τριάκοντα τὸν βουλόμενον· μετὰ δὲ ταύτας ἔδει πᾶν πένθος λύεσθαι καὶ καθαρεύειν τῶν τοιούτων τὴν πόλιν.
于是,他在城门处安置了守卫,以阻拦那些企图出逃并遗弃城市的人群;同时,他规定了哀悼的场所和时间,命令有意哀悼者在各自家中进行为期三十天的哀悼;而在此之后,所有的哀悼必须终止,城市也必须清除这些阴霾。
§18.2ἑορτῆς τε Δήμητρος εἰς τάς ἡμέρας ἐκείνας καθηκούσης βέλτιον ἐφάνη παραλιπεῖν ὅλως τάς τε θυσίας καὶ τὴν πομπήν ἢ τὸ μέγεθος τῆς συμφορᾶς ὀλιγότητι καὶ κατηφείᾳ τῶν συνερχομένων ἐλέγχεσθαι· καὶ γὰρ τὸ θεῖον ἥδεσθαι τιμώμενον ὑπὸ τῶν εὐτυχούντων.
由于得墨忒耳的节日恰逢其时,他们认为完全取消祭祀和游行是更好的选择,以免因集会人数的稀少和落寞而显露出灾难的惨重;因为神明确实更乐于受到那些顺遂之人的敬奉。
§18.3ὅσα μέντοι πρὸς ἱλασμοὺς θεῶν ἢ τεράτων ἀποτροπὰς συνηγόρευον οἱ μάντεις ἐπράττετο.
然而,凡是占卜者为了安抚神明或消除不祥之兆所建议的事情,都予以了执行。
καὶ γὰρ εἰς Δελφοὺς ἐπέμφθη θεοπρόπος Πίκτωρ, συγγενὴς Φαβίου, καὶ τῶν Ἑστιάδων παρθένων δύο διεφθαρμένας εὑρόντες, τὴν μὲν, ὥσπερ ἐστὶν ἔθος, ζῶσαν κατώρυξαν, ἡ δʼ ὑφʼ ἑαυτῆς ἀπέθανε.
事实上,法比乌斯的姻亲皮克托被派往德尔斐询问神谕;此外,有两名维斯塔贞女被发现失贞,其中一人按照惯例被活埋,另一人则自尽身亡。
§18.4μάλιστα δʼ ἄν τις ἀγάσαιτο τὸ φρόνημα καὶ τὴν πρᾳότητα τῆς πόλεως, ὅτε τοῦ ὑπάτου Βάρρωνος ἀπὸ τῆς φυγῆς ἐπανιόντος, ὡς ἄν τις αἴσχιστα καὶ δυσποτμότατα πεπραχὼς ἐπανίοι, ταπεινοῦ καὶ κατηφοῦς, ἀπήντησεν αὐτῷ περὶ τάς πύλας ἥ τε βουλὴ καὶ τὸ πλῆθος ἅπαν ἀσπαζόμενοι.
但最令人赞叹的莫过于这座城市的崇高精神与宽宏气度:当执政官瓦罗从败退中归来时——他像是一个因极其可耻且极其不幸的战败而归来的人,显得卑微而沮丧——元老院和全体民众却在城门附近迎接他,向他致以敬意。
§18.5οἱ δʼ ἐν τέλει καὶ πρῶτοι τῆς γερουσίας, ὧν καὶ Φάβιος ἦν, ἡσυχίας γενομένης ἐπῄνεσαν, ὅτι τὴν πόλιν οὐκ ἀπέγνω μετὰ δυστυχίαν τηλικαύτην, ἀλλὰ πάρεστιν ἄρξων ἐπὶ τὰ πράγματα καὶ χρησόμενος τοῖς νόμοις καὶ τοῖς πολίταις ὡς σῴζεσθαι δυναμένοις.
官员们和元老院的领袖们(法比乌斯亦在其中),在现场安静下来之后,赞扬瓦罗在遭受如此巨大的不幸后没有对国家感到绝望,反而回到岗位上来主持大局,并将法律和公民视为依然可以得救的对象来加以对待。