§20.1τὰς δʼ ἀποστάσεις τῶν πόλεων καὶ τὰ κινήματα τῶν συμμάχων ὁ Φάβιος μᾶλλον ᾤετο δεῖν ἠπίως ὁμιλοῦντα καὶ πρᾴως ἀνείργειν καὶ δυσωπεῖν, μὴ πᾶσαν ὑπόνοιαν ἐλέγχοντα καὶ χαλεπὸν ὄντα παντάπασι τοῖς ὑπόπτοις.
关于各城市的叛离和盟友的骚动,法比乌斯认为应当通过温和的接触和安抚来加以阻止和说服,而不是去揭发每一个嫌疑,并对所有可疑之人表现得极其严苛。
λέγεται γὰρ ὅτι στρατιώτην ἄνδρα Μάρσον, ἀνδρείᾳ καὶ γένει τῶν συμμάχων πρῶτον, αἰσθόμενος διειλεγμένον τισὶ τῶν ἐν τῷ στρατοπέδῳ περὶ ἀποστάσεως οὐ διηρέθισεν, §20.2ἀλλʼ ὁμολογήσας ἠμελῆσθαι παρʼ ἀξίαν αὐτόν, νῦν μὲν ἔφη τοὺς ἡγεμόνας αἰτιᾶσθαι πρὸς χάριν μᾶλλον ἢ πρὸς ἀρετὴν τὰς τιμὰς νέμοντας, ὕστερον δʼ ἐκεῖνον αἰτιάσεσθαι μὴ φράζοντα μηδʼ ἐντυγχάνοντα πρὸς αὑτόν, εἴ του δέοιτο.
据说,当他察觉到一个在勇气和出身方面都在盟友中首屈一指的马尔西族士兵正与营中的一些人商讨叛变时,他并没有激怒他,反而承认他受到了不公正的忽视,并说,现在责任在于那些凭偏爱而非功绩来分配荣誉的将领,但今后如果他需要什么而不向自己说明或求助,他就要责怪这名士兵自己了。
καὶ ταῦτʼ εἰπὼν ἵππον τε πολεμιστὴν ἐδωρήσατο καὶ τοῖς ἄλλοις ἀριστείοις ἐκόσμησεν, ὥστε πιστότατον ἐξ ἐκείνου καὶ προθυμότατον εἶναι τὸν ἄνδρα,
说完这些话后,他赠予他一匹战马,并用其他战功奖赏装饰他,使得那名男子从此以后变得最为忠诚和热心。
§20.3δεινὸν γὰρ ἡγεῖτο τοὺς μὲν ἱππικοὺς καὶ κυνηγετικοὺς ἐπιμελείᾳ καὶ σννηθείᾳ καὶ τροφῇ μᾶλλον ἢ μάστιξι καὶ κλοιοῖς τὴν χαλεπότητα τῶν ζῴων καὶ τὸ θυμούμενον καὶ τὸ δυσκολαῖνον ἐξαιρεῖν, τὸν δʼ ἀνθρώπων ἄρχοντα μὴ τὸ πλεῖστον ἐν χάριτι καὶ πρᾳότητι τῆς ἐπανορθώσεως τίθεσθαι, σκληρότερον δὲ προσφέρεσθαι καὶ βιαιότερον ἤπερ οἱ γεωργοῦντες ἐρινεοῖς καὶ ἀχράσι καὶ κοτίνοις προσφέρονται, τὰ μὲν εἰς ἐλαίας, τὰ δʼ εἰς ἀπίους, τὰ δʼ εἰς συκᾶς ἐξημεροῦντες καὶ τιθασεύοντες.
因为他认为极其荒谬的是,驯马师和猎犬师是通过关怀、亲近和喂养,而不是通过鞭子和项圈,来消除动物的野性、愤怒和执拗,而人类的统治者却不把纠正的主要精力放在恩惠和温和上,反而以比农夫对待野无花果、野梨和野橄榄更严厉且更暴力的方式对待人类,要知道农夫们还在驯化和栽培这些植物,将它们分别转化为橄榄、梨和无花果。
§20.4ἕτερον· τοίνυν τῷ γένει Λευκανὸν ἄνδρα προσήγγειλαν οἱ λοχαγοὶ ῥεμβόμενον ἀπὸ τοῦ στρατοπέδου καὶ τὴν τάξιν ἐκλείποντα πολλάκις, ὁ δʼ ἠρώτησε, τἆλλα ποῖόν τινα τὸν ἄνθρωπον εἰδεῖεν ὄντα.
此外,百人队长们向他报告说,有一个卢卡尼亚族的男子经常离开营地闲逛并擅离职守。 法比乌斯便问,在其他方面他们了解这人是个怎样的人。
μαρτυρούντων δὲ πάντων ὅτι ῥᾳδίως ἕτερος οὐκ εἴη στρατιώτης τοιοῦτος, ἅμα τʼ αὐτοῦ τινας ἀνδραγαθίας ἐπιφανεῖς καὶ πράξεις λεγόντων, αἰτίαν τῆς ἀταξίας ζητῶν εὗρεν ἔρωτι παιδίσκης κατεχόμενον τὸν ἄνδρα καὶ κινδυνεύοντα μακρὰς ὁδοὺς ἑκάστοτε φοιτῶντα πρὸς ἐκείνην ἀπὸ τοῦ στρατοπέδου.
由于大家都证实不易找到另一个如此优秀的士兵,并同时讲述了他的一些杰出的英英事迹和行为,法比乌斯便寻找他违纪的原因,发现该男子被一个少女的爱情所俘虏,每次都冒险从营地走很长的路去探望她。
§20.5πέμψας οὖν τινας ἀγνοοῦντος αὐτοῦ καὶ συλλαβὼν τὸ γύναιον ἔκρυψεν ἐν τῇ σκηνῇ, καὶ καλέσας τὸν Λευκανὸν ἰδίᾳ πρὸς αὑτόν,
οὐ λέληθας,
ἔφη,
παρὰ τὰ Ῥωμαίων πάτρια καὶ τοὺς νόμους ἀπονυκτερεύων τοῦ στρατοπέδου πολλάκις· ἀλλʼ οὐδὲ χρηστὸς ὢν πρότερον ἐλελήθεις.
于是,在对方不知情的情况下,法比乌斯派人将那女子抓来,藏在自己的帐篷里。 然后,他私下召见那名卢卡尼亚人,对他说:“你违反罗马的祖法和律法、经常在营外过夜的事,并没有瞒过我;但你之前是个优秀的士兵,这也没有瞒过我。
τὰ μὲν οὖν ἡμαρτημένα σοι λελύσθω τοῖς ἠνδραγαθημένοις, τὸ δὲ λοιπὸν ἐφʼ ἑτέρῳ ποιήσομαι τὴν φρουράν.
因此,你所犯的过错就用你的英勇功绩来抵消,至于今后,我将把对你的监护托付给另一个人。
§20.6θαυμάζοντος δὲ τοῦ στρατιώτου προαγαγὼν τὴν ἄνθρωπον ἐνεχείρισεν αὐτῷ καὶ εἶπεν
αὕτη μὲν ἐγγυᾶταί σε μενεῖν ἐν τῷ στρατοπέδῳ μεθʼ ἡμῶν σὺ δʼ ἔργῳ δείξεις, εἰ μὴ διʼ ἄλλην τινὰ μοχθηρίαν ἀπέλειπες, ὁ δʼ ἔρως καὶ αὕτη πρόφασις ἦν λεγομένη
ταῦτα μὲν περὶ τούτων ἱστοροῦσι.
” 在那名士兵惊愕之时,法比乌斯把那女子带出来交给了他,并说:“这名女子保证你会和我们一起留在营地;而你则要用行动证明,你是否为了其他什么不轨企图而擅离职守,还是说,爱情和这名女子只是你所说的借口。 ”关于这些事情,人们便是这样记载的。