§16.1ἐν δὲ τῇ μάχῃ στρατηγήμασιν ἐχρήσατο, πρώτῳ μὲν τῷ ἀπὸ τοῦ τόπου, ποιησάμενος κατὰ νώτου τὸν ἄνεμον πρηστῆρι γὰρ ἐοικὼς φλέγοντι κατερρήγνυτο, καὶ τραχὺν ἐκ πεδίων ὑφάμμων καὶ ἀναπεπταμένων αἴρων κονιορτὸν ὑπὲρ τὴν φάλαγγα τῶν Καρχηδονίων ἐπὶ τοὺς Ῥωμαίους ἐώθει, καὶ προσέβαλλε τοῖς προσώποις ἀποστρεφομένοις καὶ συνταραττομένοις.
在战斗中,他运用了策略,首先是利用地形,将风置于自己背后;因为那风如同燃烧的暴风般呼啸而下,从多沙且开阔的平原上扬起粗糙的尘土,越过迦太基人的方阵朝罗马人推去,直击他们转过去的、陷入混乱的脸庞。
§16.2δευτέρῳ δὲ τῷ περὶ τὴν τάξιν ὃ γὰρ ἦν ἰσχυρότατον αὐτῷ καὶ μαχιμώτατον τῆς δυνάμεως ἑκατέρωσε τοῦ μέσου τάξας, τὸ μέσον αὐτὸ συνεπλήρωσεν ἐκ τῶν ἀχρειοτάτων, ἐμβόλῳ τούτῳ προέχοντι πολὺ τῆς ἄλλης φάλαγγος χρησόμενος·
其次是利用阵型;因为他将自己军队中最强壮、最善战的部分部署在中央的两侧,而中央本身则用最无用的人填补,意图利用这一突出的楔形,使其比方阵的其他部分更加朝前伸出。
εἴρητο δὲ τοῖς κρατίστοις, ὅταν τούτους διακόψαντες οἱ Ῥωμαῖοι καὶ φερόμενοι πρός τὸ εἶκον ἐκφερομένου τοῦ μέσου καὶ κόλπον λαμβάνοντος ἐντὸς γένωνται τῆς φάλαγγος, ὀξέως ἑκατέρωθεν ἐπιστρέψαντας ἐμβαλεῖν τε πλαγίοις καὶ περιπτύσσειν ὄπισθεν συγκλείοντας.
他曾对最勇猛的士兵下令:当罗马人突破这些人,并随着中央退缩、形成口袋状凹陷而追击并深入到方阵内部时,他们应迅速从两侧转身,夹击敌人的侧翼,并从后方合围、包抄他们。
§16.3ὃ δὴ καὶ δοκεῖ τὸν πλεῖστον ἀπεργάσασθαι φόνον.
这确实被认为是造成最大杀戮的原因。
ὡς γὰρ ἐνέδωκε τὸ μέσον καὶ τοὺς Ῥωμαίους ἐδέξαντο διώκοντας, ἡ δὲ φάλαγξ τοῦ Ἀννίβου μεταβαλοῦσα τὸ σχῆμα μηνοειδὴς ἐγεγόνει καὶ τῶν ἐπιλέκτων οἱ ταξίαρχοι ταχὺ τοὺς μὲν ἐπʼ ἀσπίδα, τοὺς δʼ ἐπὶ δόρυ κλίναντες προσέπεσον κατὰ τὰ γυμνά, πάντας, ὅσοι μὴ τὴν κύκλωσιν ὑπεκκλίναντες ἔφθασαν, ἐν μέσῳ κατειργάσαντο καὶ διέφθειραν.
因为当中央屈服、接纳了追击的罗马人时,汉尼拔的方阵改变了形状,变成了新月形,精锐部队的指挥官们迅速将一部分兵力转向左侧,另一部分转向右侧,朝敌人的无防备侧翼袭去,将所有人——除了那些及时避开包围的人之外——困在中央并予以歼灭。
§16.4λέγεται δὲ καὶ τοῖς ἱππεῦσι τῶν Ῥωμαίων σύμπτωμα παράλογον γενέσθαι, τὸν γὰρ Παῦλον, ὡς ἔοικε, τρωθεὶς ὁ ἵππος ἀπεσείσατο, καὶ τῶν περὶ αὐτὸν ἄλλος καὶ ἄλλος ἀπολιπὼν τὸν ἵππον πεζὸς τῷ ὑπάτῳ προσήμυνε.
据说罗马的骑兵也发生了一起意想不到的意外;因为保卢斯的马似乎受了伤,将他摔了下来,他身边的侍从一个接一个地离开马匹,步行前来支援执政官。
τοῦτο δʼ οἱ ἱππεῖς ἰδόντες, ὡς παραγγέλματος κοινοῦ δεδομένου, πάντες ἀποπηδήσαντες πεζοὶ συνεπλέκοντο τοῖς πολεμίοις.
骑兵们看到这一幕,仿佛接到了共同的命令,纷纷跳下马背,步行与敌人交战。
ἰδὼν δʼ ὁ Ἀννίβας,
τοῦτ,
ἔφη,
μᾶλλον ἠβουλόμην ἢ εἰ δεδεμένους παρέλαβον.
汉尼拔见状,说道: “相比于他们被绑着送交给我,我更希望看到他们这样。
§16.5ἀλλὰ ταῦτα μὲν οἱ τὰς διεξοδικὰς γράψαντες ἱστορίας ἀπηγγέλκασι.
” 但这些事情,撰写详细历史的人已经作了报告。
τῶν δʼ ὑπάτων ὁ μὲν Βάρρων ὀλιγοστὸς ἀφίππευσεν εἰς Οὐενουσίαν πόλιν, ὁ δὲ Παῦλος ἐν τῷ βυθῷ καὶ κλύδωνι τῆς φυγῆς ἐκείνης βελῶν τε πολλῶν ἐπὶ τοῖς τραύμασιν ἐγκειμένων ἀνάπλεως, τὸ σῶμα καὶ τὴν ψυχὴν πένθει τοσούτῳ βαρυνόμενος, πρός τινι λίθῳ καθῆστο, τὸν ἐπισφάξοντα τῶν πολεμίων ἀναμένων.
执政官中,瓦罗仅带着极少数人骑马逃往维努西亚城,而保卢斯则身处那场溃退的深渊和狂潮之中,因伤口上插满许多飞矢而满身创伤,身心承受着如此巨大的悲痛,坐在某块石头旁,等待着敌人中前来杀死他的人。
§16.6ἦν δὲ διʼ αἵματος πλῆθος, ᾧ συνεπέφυρτο τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, οὐ πολλοῖς διάδηλος, ἀλλὰ καὶ φίλοι καὶ θεράποντες αὑτὸν ὑπʼ ἀγνοίας παρῆλθον.
但由于他的头上和脸上沾满了大量的鲜血,很多人无法认出他,朋友和仆人们都因没有认出而从他身边走过。
μόνος δὲ Κορνήλιος Λέντλος, εὐπατρίδης νέος, ἰδὼν καὶ προνοήσας ἀπεπήδησε τοῦ ἵππου, καὶ προσαγαγὼν παρεκάλει χρῆσθαι καὶ σῴζειν αὑτὸν τοῖς πολίταις ἄρχοντος ἀγαθοῦ τότε μάλιστα χρῄζουσιν.
唯有年轻的贵族科尔内利乌斯·伦图鲁斯看见并察觉了,他从马背上跳下来,牵着马走上前,恳求保卢斯使用这匹马,为当时最需要优秀领导者的公民们保全生命。
§16.7ὁ δὲ ταύτην μὲν ἀπετρίψατο τὴν δέησιν, καὶ τὸ μειράκιον αὖθις ἠνάγκασεν ἐπὶ τὸν ἵππον ἀναβῆναι δακρῦον, εἶτα δὲ τὴν δεξιὰν ἐμβαλὼν καὶ συνεξαναστάς,
ἀπάγγελλε,
εἶπεν,
ὦ Λέντλε, Φαβίῳ Μαξίμῳ καὶ γενοῦ μάρτυς αὐτός, ὅτι Παῦλος Αἰμίλιος ἐνέμεινεν αὐτοῦ τοῖς λογισμοῖς ἄχρι τέλους καὶ τῶν ὁμολογηθέντων πρός ἐκεῖνον οὐδὲν ἔλυσεν, ἀλλʼ ἐνικήθη πρότερον ὑπὸ Βάρρωνος, εἶθʼ ὑπὸ Ἀννίβου.
但保卢斯拒绝了这一请求,并强迫那个流泪的青年重新上马,然后,拉着他的右手并与他一同站起身,说道: “伦图鲁斯啊,请转告法比乌斯·马克西穆斯,并请你亲自作证:阿埃米利乌斯·保卢斯直到最后都坚守了他的策略,没有破坏与他达成的任何协议,而是先被瓦罗击败,接着又被汉尼拔击败。
§16.8τοσαῦτʼ ἐπιστείλας τὸν μὲν Λέντλον ἀπέπεμψεν, αὐτὸς δὲ ῥίψας ἑαυτὸν εἰς τοὺς φονευομένους ἀπέθανε, λέγονται δὲ πεσεῖν μὲν ἐν τῇ μάχῃ Ῥωμαίων πεντακισμύριοι, ζῶντες δʼ ἁλῶναι τετρακισχίλιοι, καὶ μετὰ τὴν μάχην οἱ ληφθέντες ἐπʼ ἀμφοτέροις τοῖς στρατοπέδοις μυρίων οὐκ ἐλάττους.
” 交代完这些嘱托,他便送走了伦图鲁斯,自己则投身于被屠杀的人群中,力战而死。 据说在这场战役中,罗马人有五万人阵亡,四千人被生擒,而在战后,在两处营地中被俘的人数不下于一万人。