§15.1ἀλλʼ ὁ Τερέντιος ἐμβαλὼν αὑτὸν εἰς τὸ παρʼ ἡμέραν ἄρχειν, καὶ τῷ Ἀννίβᾳ, παραστρατοπεδεύσας περὶ τὸν Αὐφίδιον ποταμὸν καὶ τὰς λεγομένας Κάννας, ἅμʼ ἡμέρᾳ τὸ τῆς μάχης σημεῖον ἐξέθηκεν ἔστι δὲ χιτὼν κόκκινος ὑπὲρ τῆς στρατηγικῆς σκηνῆς διατεινόμενος, ὥστε καὶ τοὺς Καρχηδονίους ἐξ ἀρχῆς διαταραχθῆναι, τήν τε τόλμαν τοῦ στρατηγοῦ καὶ τὸ τοῦ στρατοπέδου πλῆθος ὁρῶντας, αὐτοὺς οὐδʼ ἥμισυ μέρος ὄντας.
但是,特伦提乌斯在轮到自己隔日掌权之日投身其中,在奥菲迪乌斯河和所谓坎尼的附近,靠着汉尼拔安营扎寨,并在天亮时挂起了战斗的信号;那是一件展现在将军幕帐之上的红色外套,以至于迦太基人最初也大为震惊而陷入了混乱,因为他们看到了这位将军的胆量和军营的庞大数量,而他们自己甚至还不足对方的一半。
§15.2Ἀννίβας δὲ τήν δύναμιν ἐξοπλίζεσθαι κελεύσας, αὐτὸς ἱππότης μετʼ ὀλίγων ὑπὲρ λόφου τινὸς μαλακοῦ κατεσκόπει τοὺς πολεμίους ἤδη καθισταμένους εἰς τάξιν.
而汉尼拔下令让他的军队装备起来,他自己则骑着马,带着少数人,在一座平缓的山丘上侦察已经排好阵势的敌人。
εἰπόντος δέ τινος τῶν περὶ αὐτὸν ἀνδρὸς ἰσοτίμου, τοὔνομα Γίσκωνος, ὡς θαυμαστὸν αὐτῷ φαίνεται τὸ πλῆθος τῶν πολεμίων, συναγαγὼν τὸ πρόσωπον ὁ Ἀννίβας,
ἕτερον,
εἶπεν,
ὦ Γίσκων, λέληθέ σε τούτου θαυμασιώτερον.
当他身边的一位地位相等、名叫吉斯科的人说,敌人的数量在他看来令人惊异时,汉尼拔皱起眉头说道: “吉斯科啊,还有另一件比这更令人惊异的事被你忽略了。
ἐρομένου δὲ τοῦ Γίσκωνος, τὸ ποῖον;
” 当吉斯科问:“是哪一件事呢?
ὅτι,
ἔφη,
τούτων ὄντων τοσούτων οὐδεὶς ἐν αὐτοῖς Γίσκων καλεῖται.
” “那就是,”他说,“尽管他们有这么多人,但他们之中没有一个人叫吉斯科。
§15.3γενομένου δὲ παρὰ δόξαν αὐτοῖς τοῦ σκώμματος ἐμπίπτει γέλως πᾶσι, καὶ κατέβαινον ἀπὸ τοῦ λόφου τοῖς ἀπαντῶσιν ἀεὶ τὸ πεπαιγμένον ἀπαγγέλλοντες, ὥστε διὰ πολλῶν πολὺν εἶναι τὸν γέλωτα καὶ μηδʼ ἀναλαβεῖν ἑαυτοὺς δύνασθαι τοὺς περὶ τὸν Ἀννίβαν.
” 因为这个玩笑对他们来说出乎意料,大家都哈哈大笑起来,并且从山丘上走下来,向每一个遇到的人转述这个玩笑,以至于笑声在众人中传开,变得极大,汉尼拔身边的人甚至连自己都无法止住笑声。
τοῦτο τοῖς Καρχηδονίοις ἰδοῦσι θάρσος παρίστη, λογιζομένοις ἀπὸ πολλοῦ καὶ ἰσχυροῦ τοῦ καταφρονοῦντος ἐπιέναι γελᾶν οὕτως καὶ παίζειν τῷ στρατηγῷ παρὰ τὸν κίνδυνον.
这让看见这一幕的迦太基士兵们产生了勇气,因为他们认为,将军在危险面前如此发笑和开玩笑,必定是源于对敌人极深且强的蔑视。