§15.1ἀλλʼ ὁ Τερέντιος ἐμβαλὼν αὑτὸν εἰς τὸ παρʼ ἡμέραν ἄρχειν, καὶ τῷ Ἀννίβᾳ, παραστρατοπεδεύσας περὶ τὸν Αὐφίδιον ποταμὸν καὶ τὰς λεγομένας Κάννας, ἅμʼ ἡμέρᾳ τὸ τῆς μάχης σημεῖον ἐξέθηκεν ἔστι δὲ χιτὼν κόκκινος ὑπὲρ τῆς στρατηγικῆς σκηνῆς διατεινόμενος, ὥστε καὶ τοὺς Καρχηδονίους ἐξ ἀρχῆς διαταραχθῆναι, τήν τε τόλμαν τοῦ στρατηγοῦ καὶ τὸ τοῦ στρατοπέδου πλῆθος ὁρῶντας, αὐτοὺς οὐδʼ ἥμισυ μέρος ὄντας.
But Terentius, throwing himself into the alternate-day command, having encamped near Hannibal around the river Aufidius and the place called Cannae, displayed the signal for battle at daybreak; and this is a scarlet tunic stretched above the general's tent, so that even the Carthaginians were at first thrown into confusion, seeing both the boldness of the general and the multitude of the army, since they themselves were not even a half part.
§15.2Ἀννίβας δὲ τήν δύναμιν ἐξοπλίζεσθαι κελεύσας, αὐτὸς ἱππότης μετʼ ὀλίγων ὑπὲρ λόφου τινὸς μαλακοῦ κατεσκόπει τοὺς πολεμίους ἤδη καθισταμένους εἰς τάξιν.
And Hannibal, having ordered his force to arm themselves, himself on horseback with a few men reconnoitered from a certain gentle hill the enemy who were already drawing up in order of battle.
εἰπόντος δέ τινος τῶν περὶ αὐτὸν ἀνδρὸς ἰσοτίμου, τοὔνομα Γίσκωνος, ὡς θαυμαστὸν αὐτῷ φαίνεται τὸ πλῆθος τῶν πολεμίων, συναγαγὼν τὸ πρόσωπον ὁ Ἀννίβας,
ἕτερον,
εἶπεν,
ὦ Γίσκων, λέληθέ σε τούτου θαυμασιώτερον. ἐρομένου δὲ τοῦ Γίσκωνος, τὸ ποῖον; ὅτι,
ἔφη,
τούτων ὄντων τοσούτων οὐδεὶς ἐν αὐτοῖς Γίσκων καλεῖται. §15.3γενομένου δὲ παρὰ δόξαν αὐτοῖς τοῦ σκώμματος ἐμπίπτει γέλως πᾶσι, καὶ κατέβαινον ἀπὸ τοῦ λόφου τοῖς ἀπαντῶσιν ἀεὶ τὸ πεπαιγμένον ἀπαγγέλλοντες, ὥστε διὰ πολλῶν πολὺν εἶναι τὸν γέλωτα καὶ μηδʼ ἀναλαβεῖν ἑαυτοὺς δύνασθαι τοὺς περὶ τὸν Ἀννίβαν.
When one of those around him, a man of equal rank, by name Gisco, said that the multitude of the enemy appeared wonderful to him, Hannibal, wrinkling his face, said: "Another thing, O Gisco, more wonderful than this has escaped your notice." And when Gisco asked, "What sort of thing?" "That," he said, "although there are so many of them, not one among them is called Gisco." And the jest occurring contrary to their expectation, laughter fell upon them all, and they went down from the hill, telling the joke to those they met from time to time, so that through many the laughter became great and those around Hannibal could not even compose themselves.
τοῦτο τοῖς Καρχηδονίοις ἰδοῦσι θάρσος παρίστη, λογιζομένοις ἀπὸ πολλοῦ καὶ ἰσχυροῦ τοῦ καταφρονοῦντος ἐπιέναι γελᾶν οὕτως καὶ παίζειν τῷ στρατηγῷ παρὰ τὸν κίνδυνον.
This, to the Carthaginians who saw it, inspired courage, since they reasoned that such laughing and jesting by the general in the face of danger came from a great and strong contempt for the enemy.