§13.1μετὰ δὲ τὴν μάχην Φάβιος μὲν ὅσους ἔκτεινε τῶν πολεμίων σκυλεύσας ἀνεχώρησεν, οὐδὲν ὑπερήφανον οὐδʼ ἐπαχθὲς εἰπὼν περὶ τοῦ συνάρχοντος· Μινούκιος δὲ τὴν αὑτοῦ στρατιὰν ἀθροίσας,
ἄνδρες,
ἔφη,
συστρατιῶται, τὸ μ?ὲν ἁμαρτεῖν μηδὲν ἐν πράγμασι μεγάλοις μεῖζον ἢ
κατʼ ἄνθρωπόν ἐστι, τὸ δʼ ἁμαρτόντα χρήσασθαι τοῖς πταίσμασι διδάγμασι πρὸς τὸ λοιπὸν ἀνδρὸς ἀγαθοῦ καὶ νοῦν ἔχοντος.
\n战后,法比乌斯在剥取了被他斩杀的敌兵的铠甲后便撤退了,对于他的同僚,他没有说任何傲慢或令人不快的话;而米努基乌斯则召集了自己的军队,说道:\n“战士们,我的战友们,在重大的事务中不犯任何错误,是超乎常人能力的事,但在犯错之后,将失败当作未来的教训,则是优秀且有智慧之人的本色。
§13.2ἐγὼ μὲν οὖν ὁμολογῶ μικρὰ μεμφόμενος τὴν τύχην περὶ μειζόνων ἐπαινεῖν.
\n\n因此,我承认自己虽对命运稍有抱怨,却因更重大的事情而赞美她。
ἃ γὰρ οὐκ ᾐσθόμην χρόνον τοσοῦτον, ἡμέρας μέρει μικρῷ πεπαίδευμαι, γνοὺς ἐμαυτὸν οὐκ ἄρχειν ἑτέρων δυνάμενον, ἀλλʼ ἄρχοντος ἑτέρου δεόμενον καὶ φιλοτιμούμενον νικᾶν ὑφʼ ὧν ἡττᾶσθαι κάλλιον.
因为在如此长的时间里我未曾察觉的事,在极短的一天之中便受到了教训。 我明白自己无法统治他人,而是需要他人的统治,并且我曾渴望战胜那些被其击败反而更为光荣的人。
ὑμῖν δὲ τῶν μὲν ἄλλων ἐστὶν ἄρχων ὁ δικτάτωρ, τῆς δὲ πρὸς ἐκεῖνον εὐχαριστίας αὐτὸς ἡγεμὼν ἔσομαι, πρῶτον ἐμαυτὸν εὐπειθῆ καὶ ποιοῦντα τὸ κελευόμενον ὑπʼ ἐκείνου παρεχόμενος.
对你们而言,独裁官在其他事务中是领导者,而在对他的感激上,我本人将成为你们的先锋,首先展示我自己的顺从,并履行他所吩咐的一切。
§13.3ταῦτʼ εἰπὼν καὶ τοὺς ἀετοὺς ἄρασθαι κελεύσας καὶ πάντας ἀκολουθεῖν, ἦγε πρὸς τὸν χάρακα τοῦ Φαβίου.
”\n\n说罢,他下令抬起军鹰旗,命全军跟随,将他们带往法比乌斯的营垒。
καὶ παρελθὼν ἐντὸς ἐβάδιζεν ἐπὶ τὴν στρατηγικὴν σκηνήν, ὥστε θαυμάζειν καὶ διαπορεῖν πάντας.
进入营垒后,他走向将军的帐篷,使众人都感到惊奇和疑惑。
προελθόντος δὲ τοῦ Φαβίου θέμενος ἔμπροσθεν τὰς σημαίας αὐτὸς μὲν ἐκεῖνον πατέρα μεγάλῃ φωνῇ, οἱ δὲ στρατιῶται τοὺς στρατιώτας πάτρωνας ἠσπάζοντο.
当法比乌斯走出来时,米努基乌斯将自己的军旗立于其前,自己大声尊称他为“父亲”,而他的士兵们则称呼对方的士兵为“庇护者”。
τοῦτο δʼ ἔστι τοῖς ἀπελευθέροις προσφώνημα πρὸς τοὺς ἀπελευθερώσαντας.
这是释放奴隶对赋予他们自由的人的称呼。
§13.4ἡσυχίας δὲ γενομένης ὁ Μινούκιος εἶπε· δύο νίκας, ὦ δίκτατορ, τῇ σήμερον ἡμέρᾳ νενίκηκας, ἀνδρείᾳ μὲν Ἀννίβαν, εὐβουλίᾳ δὲ καὶ χρηστότητι τὸν συνάρχοντα· καὶ διʼ ἧς μὲν σέσωκας ἡμᾶς, διʼ ἧς δὲ πεπαίδευκας, ἡττωμένους αἰσχρὰν μὲν ἧτταν ὑπʼ ἐκείνου, καλὴν δὲ καὶ σωτήριον ὑπὸ σοῦ.
\n\n待安静下来后,米努基乌斯说道:\n“独裁官啊,你在今天赢得了两场胜利:在勇气上战胜了汉尼拔,在深谋远虑和仁慈上战胜了你的同僚;通过前者你拯救了我们,通过后者你教育了我们,使我们虽在前者那里遭受了可耻的败绩,却在你这里得到了高尚且拯救性的失败。
§13.5πατέρα δή σε χρηστὸν προσαγορεύω, τιμιωτέραν οὐκ ἔχων προσηγορίαν, ἐπεὶ τῆς γε τοῦ τεκόντος χάριτος μείζων ἡ παρὰ σοῦ χάρις αὕτη.
\n\n因此,我称呼你为仁慈的父亲,因为我没有更尊贵的称呼,毕竟你所给予的恩惠比生身之父的恩惠还要大。
ἐγεννήθην μὲν γὰρ ὑπʼ ἐκείνου μόνος, σῴζομαι δὲ ὑπὸ σοῦ μετὰ τοσούτων
ταῦτʼ εἰπὼν καὶ περιβαλὼν τὸν Φάβιον ἠσπάζετο.
因为我由他而生只是一个孤单的个体,而在你这里,我与如此多的人一同获救。 ”\n说罢,他拥抱并亲吻了法比乌斯。
τὸ δʼ αὐτὸ καὶ τοὺς στρατιώτας ἦν ὁρᾶν πράττοντας· ἐνεφύοντο γὰρ ἀλλήλοις καὶ κατεφίλουν, ὥστε μεστὸν εἶναι χαρᾶς καὶ δακρύων ἡδίστων τὸ στρατόπεδον.
也可以看到士兵们在做同样的事;他们互相拥抱并亲吻,使得整个营地充满了喜悦和最甘甜的泪水。