Humanitext Reader

普鲁塔克 · 梭伦与普布利科拉比较列传 §3.1-3.4

免除债务的功绩与政体存续性的比较

第 3 段,共 4 段 · 希腊语

内容简介

本段评估了索伦免除债务的功绩,并将他建立的短期宪政与普布利科拉长期存续的政体进行对比。同时,还对比了索伦未能阻止僭主崛起,而普布利科拉则成功推翻了确立已久的王政。

§3.1ἴδιον δὲ τοῦ Σόλωνος ἡ τῶν χρεῶν ἄνεσις, ᾗ μάλιστα τὴν ἐλευθερίαν ἐβεβαίωσε τοῖς πολίταις.
而索伦特有的是免除债务,他以此最有力地巩固了公民的自由。
οὐδὲν γὰρ ὄφελος νόμων ἰσότητα παρεχόντων, ἣν ἀφαιρεῖται τὰ χρέα τοὺς πένητας· ἀλλʼ ὅποι· μάλιστα χρῆσθαι τῇ ἐλευθερίᾳ δοκοῦσι, δουλεύουσι μάλιστα τοῖς πλουσίοις, ἐν τῷ δικάζειν καὶ ἄρχειν καὶ λέγειν ἐπιταττόμενοι καὶ ὑπηρετοῦντες.
因为如果债务夺去了穷人的平等,那么提供平等的法律就毫无益处;反之,在他们似乎最享有自由的地方,他们却在审判、执政和演说中听从(富人的)命令和效劳,从而最受富人奴役。
§3.2τούτου δὲ μεῖζον, ὅτι πάσῃ χρεῶν ἀποκοπῇ στάσεως ἑπομένης, ἐκείνῃ μόνῃ, καθάπερ φαρμάκῳ παραβόλῳ μέν, ἰσχυρῷ δὲ χρησάμενος εὐκαίρως, καὶ τὴν οὖσαν στάσιν ἔλυσε, τῇ περὶ αὐτὸν ἀρετῇ καὶ δόξῃ τῆς τοῦ πράγματος ἀδοξίας καὶ διαβολῆς περιγενόμενος.
而比这更伟大的是,尽管任何债务削减都会伴随着内讧,唯独他适时地使用了这一手段,如同使用一种虽危险却强效的药物,既平息了现有的内讧,又凭借自身的德行和声望,克服了这一举措所带来的恶名与诽谤。
τῆς δʼ ὅλης πολιτείας τῇ μὲν ἀρχῇ λαμπρότερος ὁ Σόλων· ἡγήσατο γὰρ καὶ οὐκ ἠκολούθησε, καὶ καθʼ αὑτόν, οὐ μεθʼ ἑτέρων, ἔπραξε τὰ πλεῖστα καὶ μέγιστα τῶν κοινῶν τῷ τέλει δὲ ἅτερος εὐτυχὴς καὶ ζηλωτός.
至于整个国政,在其开端,索伦更为辉煌;因为他引导他人而非跟随他人,且凭一己之力,而非与他人协作,完成了绝大多数且最重要的公共事务;但在其结局,另一人(普布利科拉)却是幸运且令人羡慕的。
§3.3τὴν μὲν γὰρ Σόλωνος πολιτείαν αὐτὸς ἐπεῖδε Σόλων καταλυθεῖσαν, ἡ δὲ Ποπλικόλα μέχρι τῶν ἐμφυλίων πολέμων διεφύλαξεν ἐν κόσμῳ τὴν πόλιν ὁ μὲν γὰρ ἅμα τῷ θέσθαι τοὺς νόμους ἀπολιπὼν ἐν ξύλοις καὶ γράμμασιν ἐρήμους τοῦ βοηθοῦντος ᾤχετʼ ἀπιὼν ἐκ τῶν Ἀθηνῶν, ὁ δὲ μένων καὶ ἄρχων καὶ πολιτευόμενος ἵδρυσε καὶ κατέστησεν εἰς ἀσφαλὲς τὴν πολιτείαν.
因为索伦亲眼看见了自己建立的宪政被废除,而普布利科拉的宪政则保护着城邦处于秩序之中,直到内战爆发。 因为前者在制定法律后,立刻将其留在木板和文字中,在失去维护者的情况下离开雅典而去;而后者则留下来,作为执政者治理国政,将宪政建立并巩固在安全的基石之上。
§3.4ἔτι δʼ ἐκείνῳ μὲν οὐδὲ μέλλοντα κωλῦσαι προαισθομένῳ Πεισίστρατον ὑπῆρξεν, ἀλλʼ ἡττήθη συνισταμένης τῆς τυραννίδος· οὗτος δὲ βασιλείαν ἰσχύουσαν ἐκ πολλῶν χρόνων ἤδη καὶ κρατοῦσαν ἐξέβαλε καὶ κατέλυσεν, ἀρετὴν μὲν ἴσην καὶ προαίρεσιν ὁμοίαν παρασχόμενος, τύχῃ δὲ καὶ δυνάμει τελεσιουργῷ πρὸς τὴν ἀρετὴν χρησάμενος.
此外,前者虽然预先察觉,却甚至无法阻止即将夺权的庇西特拉图,而是在僭主政治建立的过程中遭遇失败;而后者则驱逐并废除了已经延续多年、强大且居于统治地位的王政,他展现了同等的德行和相似的志向,但同时也运用了使德行得以圆满的运气与力量。

词汇与语法注释

  1. 3.1ἣν ἀφαιρεῖται τὰ χρέα τοὺς πένητας — 动词 ἀφαιρεῖται 带有双宾格(ἀφαιρέομαί τί τινα,“从某人处夺走某物”)。此处关系代词 ἣν(先行词为 ἰσότητα)作直接宾语(物),τοὺς πένητας 作间接宾语(人)。因此,其意思是“债务夺去了穷人的平等”。
  2. 3.2πάσῃ χρεῶν ἀποκοπῇ στάσεως ἑπομένης — 包含现在分词 ἑπομένης,(源自 ἕπομαι,“伴随”)的属格绝对结构(Genitive Absolute)。短语 πάσῃ χρεῶν ἀποκοπῇ 作为逻辑主语,在此表达了一种让步或普遍的前提事实:“尽管任何债务削减都会伴随着内讧”。
  3. 3.4ἐκείνῳ μὲν οὐδὲ μέλλοντα κωλῦσαι προαισθομένῳ Πεισίστρατον ὑπῆρξεν — 非人称动词 ὑπῆρξεν(意为“对……来说是可能的”)与与格的主体(ἐκείνῳ... προαισθομένῳ)以及不定式(κωλῦσαι)连用。不定式 κωλῦσαι 的直接宾语是宾格的 Πεισίστρατον,分词 μέλλοντα 与之保持一致,修饰“即将(篡权)的庇西特拉图”。

引用这一段

普鲁塔克, 梭伦与普布利科拉比较列传 §3.1-3.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg009.humanitext-grc2:3.1-3.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。