§4.1τῶν μέντοι πολεμικῶν Σόλωνι μὲν οὐδὲ τὰ πρὸς Μεγαρεῖς Δαΐμαχος ὁ Πλαταιεὺς μεμαρτύρηκεν, ὥσπερ ἡμεῖς διεληλύθαμεν· Ποπλικόλας δὲ τοὺς μεγίστους ἀγῶνας αὐτὸς καὶ μαχόμενος καὶ στρατηγῶν κατώρθωσε, καὶ μὴν ἔτι πρὸς τὰς πολιτικὰς πράξεις ὁ μὲν ἐν παιδιᾶς τινι τρόπῳ καὶ προσποίημα μανίας ἀναλαβὼν, ὑπὲρ Σαλαμῖνος ἐρῶν προῆλθεν· §4.2ὁ δʼ αὐτόθεν ἀναρρίψας τὸν περὶ τῶν μεγίστων κίνδυνον ἐπανέστη τε Ταρκυνίοις καὶ τὴν προδοσίαν ἐφώρασε·
然而在军事方面,普拉提亚的戴马科斯甚至没有证明索伦针对麦加拉人的战绩,正如我们所叙述的那样;而普布利科拉则亲自参战并作为将军指挥,成功赢得了最伟大的战役。 此外,关于政治活动,前者采取了一种近乎戏谑的方式,装疯卖傻,为了争夺萨拉米斯而满怀激情地挺身而出;而后者则立即冒着事关最重大事务的危险,起兵反抗塔克文家族并揭露了叛国阴谋。
καὶ τοῦ κολασθῆναι καὶ μὴ διαφυγεῖν τοὺς πονηροὺς αἰτιώτατος γενόμενος οὐ τὰ σώματα μόνον τῶν τυράννων ἐξέβαλε τῆς πόλεως, ἀλλὰ καὶ τὰς ἐλπίδας ἐξέκοψεν.
他成为了让恶人受到惩罚且无法逃脱的最大功臣,不仅将僭主们肉体驱逐出城,还斩断了他们的希望。
οὕτω δὲ τοῖς δεχομένοις πράγμασιν ἀγῶνα καὶ θυμὸν καὶ ἀντίταξιν ἐρρωμένως καὶ ἀτενῶς ἀπαντήσας, ἔτι βέλτιον ἐχρήσατο τοῖς ὁμιλίας ἀπολέμου καὶ πειθοῦς ὑπεικούσης δεομένοις, Πορσίναν ἄμαχον ἄνδρα καὶ φοβερὸν ἐμμελῶς προσαγαγόμενος καὶ μεταστήσας εἰς φιλίαν.
这样,在面对需要斗争、愤怒和对抗的事务时,他坚决而毫不妥协地予以应对;而对于需要和平交往和退让说服的事务,他的处理则更为出色,以温和而得体的方式争取到了原本不可战胜且可怕的波希纳,并将其转化为朋友。
§4.3καίτοι φήσει τις ἐνταῦθα τὸν μὲν Σόλωνα προεμένοις ἀναλαβεῖν Ἀθηναίοις Σαλαμῖνα, τὸν δὲ Ποπλικόλαν ἧς ἐκέκτηντο Ῥωμαῖοι χώρας ἀποστῆναι.
然而,有人在这里会说,索伦为雅典人收复了他们曾放弃的萨拉米斯,而普布利科拉则放弃了罗马人原本拥有的土地。
δεῖ δὲ πρὸς τοὺς ὑποκειμένους καιροὺς τὰς πράξεις θεωρεῖν.
但我们必须根据当时所处的具体情况来评估这些行为。
ποικίλος γὰρ ὢν ὁ πολιτικὸς ᾧ τρόπῳ τῶν ὄντων ἕκαστον εὔληπτόν ἐστι μεταχειρίσεται, καὶ μέρους ἀφέσει πολλάκις ἔσωσε τὸ πᾶν καὶ μικρῶν ἀποστὰς μειζόνων ἔτυχεν, §4.4ὥσπερ ἐκεῖνος ὁ ἀνὴρ τότε τῆς μὲν ἀλλοτρίας χώρας ἀποστὰς ἔσωσε τὴν ἑαυτοῦ βεβαίως ἅπασαν, οἷς δʼ ἦν μέγα τὴν πόλιν διαφυλάξαι προσεκτήσατο τὸ τῶν πολιορκούντων στρατόπεδον, ἐπιτρέψας δὲ τῷ πολεμίῳ δικαστῇ γενέσθαι, καὶ περιγενόμενος τῇ δίκῃ, προσέλαβεν ὅσα δόντας ἀγαπητὸν ἦν νικῆσαι· καὶ γὰρ τὸν πόλεμον διέλυσε καὶ τὴν παρασκευὴν τοῦ πολέμου κατέλιπεν αὐτοῖς διὰ πίστιν ἀρετῆς καὶ καλοκαγαθίας, ἣν ὁ ἄρχων ὑπὲρ ἁπάντων ἐνεποίησεν αὐτῷ.
因为多谋的政治家会以易于处理的方式去对待眼前的每一件事,通过放弃一部分往往能挽救整体,通过放弃小利益而获得更大的成就,正如那位伟人当时所做的那样,他通过放弃他人的土地,牢固地保全了自己所有的领土;对于那些只要能保全城邦就已是大事的人们,他甚至额外为他们赢得了包围者的军营。 他通过允许敌人成为裁判官,并在审判中胜出,反而获取了本以为只要能赢即便送出也心甘情愿的众多事物;因为他不仅平息了战争,而且由于对方对这位领导者代表所有人展现出的德行与高尚的信任,还将战争的军需物资留给了他们。