Humanitext Reader

普鲁塔克 · 梭伦与普布利科拉比较列传 §2.1-2.3

普布利科拉效法索伦的政制改革

第 2 段,共 4 段 · 希腊语

内容简介

本段论述了普布利科拉如何以索伦的立法为典范建立民主政体、设立财务官的缘由、对僭主更为强烈的憎恨,以及在克制权力方面与索伦的对比。

§2.1οὕτω μὲν ὁ Σόλων κεκόσμηκε τὸν Ποπλικόλαν, τὸν Σόλωνα δʼ αὖ πάλιν ἐκεῖνος ἐν τῇ πολιτείᾳ παραδειγμάτων κάλλιστον ἀνδρὶ κοσμοῦντι δημοκρατίαν θέμενος·
如此,索伦赞美了普布利科拉,而普布利科拉反过来也在宪政中将索伦确立为建设民主政体者最完美的典范。
τῆς μὲν γὰρ ἀρχῆς τὸν ὄγκον ἀφελών εὐμενῆ πᾶσι καὶ ἄλυπον κατέστησε, νόμοις δὲ πολλοῖς ἐχρήσατο τῶν ἐκείνου, καὶ γὰρ ἀρχόντων καταστάσεως κυρίους ἐποίησε τοὺς πολλούς, καὶ τοῖς φεύγουσι δίκην ἐπικαλεῖσθαι τὸν δῆμον, ὥσπερ ὁ Σόλων τοὺς δικαστάς, ἔδωκε.
因为他消除了官职的专横傲慢,使其对所有人来说都变得温和且不致带来痛苦,并且采用了许多索伦的法律。 事实上,他让民众掌握了选任官职的主导权,并赋予被告向民众上诉的权利,正如索伦赋予他们向陪审法庭上诉一样。
καὶ βουλὴν μὲν ἑτέραν οὐκ ἐποίησεν, ὥσπερ ὁ Σόλων, τὴν δʼ οὖσαν ηὔξησεν ἀριθμῷ μικροῦ διπλασιάσας.
他没有像索伦那样建立第二个元老院,而是增加了现有元老院的人数,使其几乎增加了一倍。
§2.2ἥ τε τᾶν ταμιῶν ἐπὶ τοῖς χρήμασι κατάστασις ἐκεῖθεν ἦλθεν, ὅπως ὁ ἄρχων μήτʼ εἰ χρηστός ἐστιν ἀσχολίαν ἔχῃ πρὸς τὰ μείζω, μήτʼ εἰ φαῦλος ἀφορμὰς τοῦ ἀδικεῖν μᾶλλον, καὶ τῶν πράξεων καὶ τῶν χρημάτων κύριος γενόμενος.
此外,设立财务官管理公款也是源于那里的制度,目的是使执政官若为贤能之人,则不致因杂务而无暇顾及更重大的国事;若为平庸之人,亦不致因同时掌控国政与公款而获得更多作恶的机会。
τὸ δὲ μισοτύραννον ἐν τῷ Ποπλικόλᾳ σφοδρότερον.
然而,普布利科拉对僭主的憎恨更为强烈。
εἰ γάρ τις ἐπιχειροίη τυραννεῖν, ὁ μὲν ἁλόντι τὴν δίκην ἐπιτίθησιν, ὁ δὲ καὶ πρὸ τῆς κρίσεως ἀνελεῖν δίδωσι.
因为若有人企图实行僭主统治,索伦是对已被定罪之人施加刑罚,而普布利科拉则允许在审判之前就将其击杀。
§2.3σεμνυνομένου δὲ τοῦ Σόλωνος ὀρθῶς καὶ δικαίως ὅτι καὶ τῶν πραγμάτων αὐτῷ διδόντων τυραννεῖν καὶ τῶν πολιτῶν οὐκ ἀκουσίως δεχομένων ἀπεῖπεν, οὐχ ἧττον ὑπάρχει καλὸν τῷ Ποπλικόλᾳ τὸ λαβόντα τυραννικὴν ἀρχὴν ποιῆσαι δημοτικωτέραν καὶ μηδʼ οἷς ἐξῆν ἔχοντα χρήσασθαι.
虽然索伦因以下功绩而理直气壮地感到自豪:即即便局势赋予他僭主之权,且公民们也非不情愿地接受,他依然予以拒绝;但对普布利科拉而言,在获得了僭主般的权力后,使其变得更加平民化,甚至不去使用他本可以享有的特权,这同样是一件美妙的事。
καὶ τοῦτο δʼ ἔοικε συνιδεῖν πρότερος ὁ Σόλων, ὅτι δῆμος " ὧδʼ ἂν ἄριστα σὺν ἡγεμόνεσσιν ἕποιτο, μήτε λίην ἀνεθεὶς μήτε πιεζόμενος.
关于这一点,索伦似乎早有先见之明,即民众: "若在领袖引导下,如此跟随方为最善,既不被过分纵容,亦不被过度压迫。
"
"

词汇与语法注释

  1. 2.1τὸν Σόλωνα δʼ αὖ πάλιν ἐκεῖνος ἐν τῇ πολιτείᾳ παραδειγμάτων κάλλιστον ἀνδρὶ κοσμοῦντι δημοκρατίαν θέμενος — 以“ἐκεῖνος”(他,即普布利科拉)为主语,分词短语“θέμενος”与主语一致,修饰主句动作。宾格的“τὸν Σόλωνα”是“θέμενος”的直接宾语,而属格“παραδειγμάτων κάλλιστον”作为部分属格,充当宾语补足语(“将索伦确立为榜样中最完美者”)。
  2. 2.2ὅπως ὁ ἄρχων μήτʼ εἰ χρηστός ἐστιν ἀσχολίαν ἔχῃ πρὸς τὰ μείζω, μήτʼ εἰ φαῦλος ἀφορμὰς τοῦ ἀδικεῖν μᾶλλον — 由连词“ὅπως”引导的目的从句(使用虚拟语气“ἔχῃ”,在后半部分省略了动词),其中对称地插入了两个条件从句“εἰ χρηστός ἐστιν”与“εἰ φαῦλος [ἐστιν]”。后半部分省略了动词“ἔχῃ”,而最后的分词短语“κύριος γενόμενος”与主语(执政官)一致。
  3. 2.3σεμνυνομένου δὲ τοῦ Σόλωνος ὀρθῶς καὶ δικαίως ὅτι καὶ τῶν πραγμάτων αὐτῷ διδόντων τυραννεῖν — “σεμνυνομένου δὲ τοῦ Σόλωνος”是一个属格独立结构。随后的“ὅτι”从句表示自豪的原因或内容。在该从句内部,“τῶν πραγμάτων αὐτῷ διδόντων τυραννεῖν”又包含了一个属格独立结构(“τῶν πραγμάτων διδόντων”),形成了复杂的主谓嵌套结构。

引用这一段

普鲁塔克, 梭伦与普布利科拉比较列传 §2.1-2.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg009.humanitext-grc2:2.1-2.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。