§4.1ὡς δʼ οὖν συνεπείσθη τὰ μειράκια καὶ τοῖς Ἀκυλλίοις εἰς λόγους ἦλθεν, ὅρκον ὀμόσαι μέγαν ἔδοξε πᾶσι καὶ δεινόν, ἀνθρώπου σφαγέντος ἐπισπείσαντας αἷμα καὶ τῶν σπλάγχνων θιγόντας, ἐπὶ τούτοις εἰς τὴν Ἀκυλλίων οἰκίαν συνῆλθον.
话说当这些年轻人们被说服并与阿奎利乌斯家族的人商议后,大家决定立下一个重大而可怕的誓言:宰杀一个人,浇奠其血,并触摸其内脏。 在这些条件下,他们聚集在阿奎利乌斯的家中。
ἦν δʼ ὁ οἶκος, ἐν ᾧ ταῦτα δράσειν ἔμελλον, οἷον εἰκὸς, ὑπέρημος καὶ σκοτώδης.
他们准备进行这些勾当的房间,正如所能料想的那样,非常偏僻且阴暗。
ἔλαθεν οὖν αὐτοὺς οἰκέτης ὄνομα Οὐινδίκιος ἔνδον κατακρύψας ἑαυτόν, οὐ κατʼ ἐπιβουλὴν ἢ προαίσθησίν τινα τοῦ μέλλοντος, §4.2ἀλλʼ ἔνδον ὢν ἔτυχε καὶ προσιοῦσιν αὐτοῖς μετὰ σπουδῆς ὀφθῆναι φοβηθείς ὑπέστη, λάρνακα κειμένην πρὸ αὑτοῦ ποιησάμενος, ὥστε καὶ τῶν πραττομένων θεατὴς γενέσθαι καὶ τῶν βουλευμάτων ἐπήκοος.
因此,一个名叫温迪基乌斯的家奴将自己藏在里面,没有被他们发现。 这并不是出于什么预谋或对未来的预感,而是他碰巧在里面,因害怕被急匆匆走近的他们看见而躲了起来,并把一个放在他面前的箱子当作了屏障,结果他既成了所作所为的目击者,也成了他们阴谋的旁听者。
ἔδοξε δʼ αὐτοῖς τοὺς ὑπάτους ἀναιρεῖν, καὶ ταῦτα δηλούσας γράψαντες ἐπιστολὰς πρὸς τὸν Ταρκύνιον ἔδοσαν τοῖς πρέσβεσι· καὶ γὰρ ᾤκουν αὐτόθι, τῶν Ἀκυλλίων ξένοι γεγονότες, καὶ τότε τῇ συνωμοσίᾳ παρῆσαν.
他们决定刺杀执政官们,并写信给塔克文说明这些情况,将信交给了使者们;因为使者们作为阿奎利乌斯家的客人住在那里,当时也在阴谋现场。
§4.3ὡς δὲ ταῦτα πράξαντες ἀπηλλάγησαν, ὑπεξελθὼν ὁ Οὐινδίκιος λάθρα, χρήσασθαι τοῖς προσπεσοῦσιν οὐκ εἶχεν, ἀλλʼ ἠπορεῖτο, δεινὸν μὲν ἡγούμενος, ὥσπερ ἦν, πρὸς πατέρα Βροῦτον υἱῶν ἐξάγιστα κατηγορεῖν ἢ πρὸς θεῖον ἀδελφιδῶν τὸν Κολλατῖνον, ἰδιώτην δὲ Ῥωμαίων οὐδένα νομίζων ἐχέγγυον ἀπορρήτων τηλικούτων.
当他们做完这些事离去后,温迪基乌斯悄悄地走了出来,不知该如何处理这件突如其来的大事,只是感到左右为难。 因为他认为向父亲布鲁图斯告发其子们的滔天罪行,或者向叔父科拉提努斯告发其外甥们,正如实际情况那样,是件极为可怕的事;同时他又认为在罗马的普通公民中,没有一个人足够可靠,能托付如此重大的机密。
§4.4πᾶν δʼ αὖ μᾶλλον ἢ δυνατὸς ὢν ἡσυχίαν ἄγειν, ἐλαυνόμενος δὲ τῷ συνειδότι τοῦ πράγματος, ὥρμησέ πως πρὸς τὸν Οὐαλλέριον, μάλιστά τοῖς κοινοῖς καὶ φιλανθρώποις ἐπαχθεὶς τοῦ ἀνδρός, ὅτι πᾶσιν εὐπρόσοδος ἦν τοῖς δεομένοις, καὶ τὴν οἰκίαν ἀεὶ παρεῖχεν ἀνεῳγμένην, καὶ λόγον οὐδενὸς οὐδὲ χρείαν ἀπερρίπτει τῶν ταπεινῶν.
另一方面,他绝不可能保持沉默,又被得知此事的良心所驱使,于是他不知怎地奔向了瓦莱里乌斯,尤其被这位男子的亲民和仁慈所吸引,因为瓦莱里乌斯对所有有求于他的人都平易近人,总是敞开大门,绝不拒绝任何卑微之人的诉求和需要。