Humanitext Reader

普鲁塔克 · 普布利科拉传 §5.1-5.2

夺取通谋信件与押解涉案者至广场

第 5 段,共 23 段 · 希腊语

内容简介

瓦莱里乌斯在收到温迪基乌斯关于阴谋的密告后,与其弟马尔库斯合力强行夺取了证明阴谋的信件,并将相关涉案人员扭送至广场。

§5.1ὡς οὖν ἀνέβη πρὸς αὐτὸν ὁ Οὐινδίκιος καὶ κατεῖπε πάντα, Μάρκου τε τοῦ ἀδελφοῦ παρόντος αὐτῷ μόνου καὶ τῆς γυναικός, ἐκπλαγεὶς καὶ δείσας ὁ Οὐαλλέριος οὐκέτι προήκατο τὸν ἄνθρωπον, ἀλλὰ κατακλείσας εἰς τὸ οἴκημα καὶ φύλακα τὴν ἑαυτοῦ γυναῖκα ταῖς θύραις ἐπιστήσας, τὸν μὲν ἀδελφὸν ἐκέλευσε τὴν βασιλικὴν ἔπαυλιν περισχόντα τὰ γράμματα λαβεῖν, ἂν δυνατὸν ᾖ, καὶ τοὺς οἰκέτας παραφυλάττειν αὐτὸς δὲ πελατῶν τε πολλῶν καὶ φίλων ἀεὶ περὶ αὐτὸν ὄντων καὶ θεραπείας συχνῆς, ἐβάδιζε πρὸς τὴν οἰκίαν τῶν Ἀκυλλίων οὐκ ἔνδον ὄντων.
因此,当温迪基乌斯上榼找到他并告发了一切,而当时只有他的弟弟马尔库斯和他的妻子与他在一起时,瓦莱里乌斯大为震惊且感到恐惧,不再放走那个人,而是把他锁在房间里,并派自己的妻子守在门前。 他命令弟弟包围王室府邸,如果可能的话夺取信件,并监视家奴们;而他自己则在始终围在他身边的许多门客、朋友以及大批随从的陪同下,走向了当时无人在家中的阿奎利乌斯家。
§5.2διὸ μηδενὸς ἂν προσδοκήσαντος ὠσάμενος διὰ θυρῶν ἐπιτυγχάνει τοῖς γράμμασι κειμένοις ὅπου κατέλυον οἱ πρέσβεις, ταῦτα δʼ αὐτοῦ πράττοντος οἱ Ἀκύλλιοι δρόμῳ προσεφέροντο, καὶ περὶ τὰς θύρας συμμίξαντες ἐζήτουν ἀφελέσθαι τὰς ἐπιστολάς.
因此,在谁也未曾料到的情况下,他破门而入,在使者们下榻的地方找到了放着的信件。 正当他做这些事时,阿奎利乌斯家族的人跑了过来,在门口纠缠在一起,企实夺回信件。
οἱ δʼ ἠμύνοντο, καὶ τὰ ἱμάτια περιβαλόντες αὐτῶν τοῖς τραχήλοις ὑπὸ βίας καὶ μόλις ὠθούμενοι καὶ ὠθοῦντες διὰ τῶν στενωπῶν εἰς τὴν ἀγορὰν ἐνέβαλον.
但瓦莱里乌斯的人奋力自卫,把他们的外衣缠在他们的脖子上,用力强行且极其艰难地一边推撬着下一边被推撬着,穿过窄工将他们扭送到了平台。
τὰ δʼ αὐτὰ καὶ περὶ τὴν ἔπαυλιν ἅμα τὴν βασιλικὴν ἐγίνετο, τοῦ Μάρκου γραμμάτων ἑτέρων ἐν τοῖς σκεύεσι κομιζομένων ἐπιλαμβανομένου, καὶ τῶν βασιλικῶν ὅσους δυνατὸς ἦν ἕλκοντος εἰς τὴν ἀγοράν.
与此同时,在王室府邸周围也发生了同样的事情,马尔库斯截获了在行李中輐送的另外一些信件,并把尽可能多的王室随从拖到了平台。

词汇与语法注释

  1. 5.1Μάρκου τε τοῦ ἀδελφοῦ παρόντος αὐτῷ μόνου καὶ τῆς γυναικός — 独立属格结构。形容词 μόνου(“仅、只有”)为单数属格阳性,语法上仅与 Μάρκου 一致,但在意义上延伸至其后的 καὶ τῆς γυναικός,表示“只有他的弟弟马尔库斯和妻子两人在场”。代词 αὐτῷ(与格)指代主句的主语瓦莱里乌斯。
  2. 5.1οὐκ ἔνδον ὄντων — 现在分词 ὄντων(属格复数阳性)修饰前方的名词短语 τῶν Ἀκυλλίων(“阿奎利乌斯家族的”,属格复数),结构为“当时不在家中的阿奎利乌斯家的人的房子”,说明当时他们不在家。
  3. 5.2μηδενὸς ἂν προσδοκήσαντος — 带有助词 ἄν 的独立属格结构。表示与过去事实相反的假设,或“谁也未曾料到”的潜在语气。
  4. 5.2τοῦ Μάρκου ... ἐπιλαμβανομένου ... καὶ ... ἕλκοντος — 独立属格结构。对主句(τὰ δʼ αὐτὰ ... ἐγίνετο,“同样的事情也在发生”)进行补充说明,描述了马尔库斯同时进行的具体行动(截获信件并拖走王室随从)。

引用这一段

普鲁塔克, 普布利科拉传 §5.1-5.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg008.humanitext-grc2:5.1-5.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。