§3.1μετὰ δὲ ταῦτα πρέσβεις ἧκον ἕτεροι τῆς τε βασιλείας ἀφίστασθαι καὶ πολεμοῦντα παυσασθαι τὸν Ταρκύνιον λέγοντες, ἀπαιτεῖν δὲ τὰ χρήματα καὶ τὰς οὐσίας αὑτῷ καὶ φίλοις καὶ οἰκείοις, ἀφʼ ὧν διαβιώσονται φεύγοντες.
在这之后,另外一些使者来到,声称塔克文愿意放弃王位并停止战争,但要求归还他自己、他的朋友和亲属的财产和资产,以便他们在流亡中赖以维持生活。
ἐπικλωμένων δὲ πολλῶν καὶ μάλιστα τοῦ Κολλατίνου συναγορεύοντος, ἄτρεπτος ὢν ἀνὴρ καὶ τραχὺς ὀργὴν ὁ Βροῦτος ἐξέδραμεν εἰς ἀγοράν, προδότην ἀποκαλῶν τὸν συνάρχοντα, πολέμου καὶ τυραννίδος ἀφορμὰς χαριζόμενον οἷς δεινὸν ἦν ὄντως ἐφόδια φυγῆς ψηφίσασθαι.
由于许多人倾向于让步,特别是科拉提努斯也为他们辩护,性格刚毅且脾气严厉的布鲁图斯冲进广场,指责他的同僚是叛徒,认为他把战争和僭主统治的资金,施舍给那些本来连流亡旅费都不配由(罗马人)投票给他们的人。
§3.2συνελθόντων δὲ τῶν πολιτῶν πρῶτος ἰδιώτης ἀνὴρ εἶπεν ἐν δήμῳ τότε Γάιος Μινούκιος, τῷ τε Βρούτῳ διακελευόμενος καὶ τοῖς Ῥωμαίοις π· αραινῶν ὁρᾶν ὅπως τὰ χρήματα μετʼ αὐτῶν ὄντα πολεμοίη πρὸς τοὺς τυράννους μᾶλλον ἢ μετʼ ἐκείνων πρὸς αὐτούς.
当公民们聚集在一起时,当时第一个在民众中发言的私人是盖乌斯·米努基乌斯,他既鼓励布鲁图斯,又劝告罗马人要注意,使这些财产留在他们手中以便用来对抗僭主,而不是留在那些人手中用来对抗他们自己。
οὐ μὴν ἀλλʼ ἔδοξε τοῖς Ῥωμαίοις τὴν ἐλευθερίαν ἔχουσιν, ὑπὲρ ἧς ἐπολέμουν, μὴ προέσθαι τὴν εἰρήνην ἕνεκα χρημάτων, ἀλλὰ συνεκβαλεῖν καὶ ταῦτα τοῖς τυράννοις.
然而,对于拥有他们为之奋斗的自由的罗马人来说,他们决定不为财产而放弃和平,而是将这些财产也与僭主一起驱逐出去。
ἦν δὲ ἄρα Ταρκυνίῳ λόγος μὲν ἐλάχιστος τῶν χρημάτων, ἡ δʼ ἀπαίτησις ἅμα πεῖρα τοῦ δήμου καὶ κατασκευὴ προδοσίας, §3.3καὶ ταῦτʼ ἔπραττον οἱ πρέσβεις ὑπομένοντες ἐπὶ τῇ τῶν χρημάτων προφάσει, τὰ μὲν ἀποδίδοσθαι, τὰ δὲ φυλάττειν, τὰ δʼ ἀποπέμπειν φάσκοντες, ἄχρι οὗ διέφθειραν οἴκους δύο τῶν καλῶν κάγαθῶν νομιζομένων, τὸν Ἀκυλλίων τρεῖς ἔχοντα βουλευτάς καὶ δύο τὸν Οὐιτελλίων.
但实际上,塔克文对这些财产的关注极少,而索要财产既是对民众的试探,也是策划叛乱的准备,使者们以此为幌子滞留下来进行这些活动,他们声称有些财产要归还,有些要保存,有些要送走,直到他们收买了两个被认为是名门望族的家庭:拥有三位元老院议员的阿奎利乌斯家族,和拥有两位议员的维特利乌斯家族。
οὗτοι πάντες ἦσαν ἀπὸ μητέρων ἀδελφιδοῖ Κολλατίνου τοῦ ὑπατεύοντος, ἰδίᾳ δὲ Οὐιτελλίοις ἑτέρα πρὸς Βροῦτον οἰκειότης ὑπῆρχεν.
这些人全都是执政官科拉提努斯母方的外甥(姐妹之子),而维特利乌斯家族私下里与布鲁图斯还有另一层亲戚关系。
ἀδελφὴν γὰρ αὐτῶν ὁ Βροῦτος εἶχε καὶ παῖδας ἐξ αὐτῆς πλείονας· §3.4ὧν δύο τοὺς ἐν ἡλικίᾳ συγγενεῖς ὄντας ἅμα καὶ συνήθεις οἱ Οὐιτέλλιοι προσηγάγοντο καὶ συνέπεισαν ἐν τῇ προδοσίᾳ γενέσθαι καὶ καταμίξαντας ἑαυτοὺς εἰς γένος μέγα τὸ τῶν Ταρκυνίων καὶ βασιλικὰς ἐλπίδας ἀπαλλαγῆναι τῆς τοῦ πατρὸς ἀβελτερίας καὶ χαλεπότητος· χαλεπότητα μὲν τὸ ἀπαραίτητον αὐτοῦ πρὸς τοὺς πονηροὺς λέγοντες, τῇ δʼ ἀβελτερίᾳ προσποιήματι καὶ παρακαλύμματι πολὺν χρόνον, ὡς ἔοικε, χρησάμενος ἀσφαλείας ἕνεκα πρὸς τοὺς τυράννους, οὐδʼ ὕστερον ἔφυγεν αὐτῆς τὴν ἐπωνυμίαν.
因为布鲁图斯娶了他们的姐妹为妻,并与她生了几个孩子;维特利乌斯家族拉拢了其中两个已经成年、同时又是亲戚和熟人的孩子,说服他们参与叛乱,并让他们通过将自己融入塔克文这一伟大家族并抱有王室的希望,来摆脱父亲的愚笨和严厉——他们将父亲对恶人的绝不姑息称为“严厉”,而至于那“愚笨”,正如人们所见,那是他为了在僭主面前保全安全而长期用作假装和掩护的,但他在此后也未能免除这一源于它的称号。