§2.1ἀγανακτῶν οὖν ὁ Οὐαλλέριος, εἰ μὴ πιστεύεται πάντα πράττειν ἕνεκα τῆς πατρίδος, ὅτι μηδὲν ἰδίᾳ κακὸν ὑπὸ τῶν τυράννων πέπονθε, τῆς τε βουλῆς ἀπέστη καὶ τὰς συνηγορίας ἀπεῖπε καὶ τὸ πράττειν τὰ κοινὰ παντελῶς ἐξέλιπεν, ὥστε καὶ λόγον τοῖς πολλοῖς παρασχεῖν καὶ φροντίδα, φοβουμένοις μὴ διʼ ὀργὴν προσθέμενος τοῖς βασιλεῦσιν ἀνατρέψῃ τὰ πράγματα καὶ τὴν πόλιν ἐπισφαλῶς ἔχουσαν·
因此,瓦莱里乌斯因自己被认为没有因僭主遭受个人伤害而不被信任是为祖国尽一切心力而感到愤慨,于是退出了元老院,拒绝了法庭辩护,并完全放弃了公共事务,以至于在民众中引起了议论和担忧,他们害怕他会因愤怒而投靠君王,颠覆国家,摧毁处于危险境地的城市。
§2.2ἐπεὶ δὲ καὶ πρὸς ἑτέρους τινὰς ὑποψίαν ἔχων ὁ Βροῦτος ἐβούλετο διὰ σφαγίων ὁρκῶσαι τὴν βουλὴν καὶ προεῖπεν ἡμέραν, καταβὰς μάλα φαιδρὸς εἰς ἀγορὰν ὁ Οὐαλλέριος, καὶ πρῶτος ὀμόσας μηδὲν ἐνδώσειν μηδʼ ὑφήσεσθαι Ταρκυνίοις, ἀλλὰ πολεμήσειν κατὰ κράτος ὑπὲρ τῆς ἐλευθερίας, ἡδονήν τε τῇ βουλῇ καὶ θάρσος ἅμα τοῖς ἄρχουσι παρέσχεν.
但是,当布鲁图斯对其他一些人也产生怀疑,希望通过牺牲祭品让元老院宣誓并宣布了日期时,瓦莱里乌斯神情极其愉悦地来到广场,并第一个宣誓决不对塔克文家族做任何妥协和退让,而是为了自由全力以赴地战斗。 这既给元老院带来了喜悦,也同时给执政官们带来了勇气。
εὐθὺς δὲ καὶ τὰ ἔργα τὸν ὅρκον ἐβεβαίου.
而他的行动也立即证实了他的誓言。
§2.3πρέσβεις γὰρ ἧκον ἀπὸ Ταρκυνίου γράμματα κομίζοντες ἐπαγωγὰ τοῦ δήμου καὶ λόγους ἐπιεικεῖς, οἷς μάλιστα τοὺς πολλοὺς ᾤοντο διαφθείρειν, λεγομένοις παρὰ βασιλέως ἀφεικέναι τὸ φρόνημα καὶ μετρίων δεῖσθαι δοκοῦντος.
因为塔克文派来了使者,带来了诱惑民众的信件和温和的言辞,他们认为通过这些话最能蛊惑大众,因为据说这些话来自一位已经放下傲慢、似乎只提出温和要求的国王。
τούτους εἰς τὸ πλῆθος οἰομένων δεῖν τῶν ὑπάτων προαγαγεῖν οὐκ εἴασεν ὁ Οὐαλλέριος, ἀλλʼ ἐνέστη καὶ διεκώλυσεν ἀνθρώποις πένησι καὶ βαρυνομένοις μᾶλλον τῆς τυραννίδος τὸν πόλεμον ἀρχὰς καὶ προφάσεις νεωτερισμῶν ἐγγενέσθαι.
尽管执政官们认为应该将这些人带到民众面前,但瓦莱里乌斯没有允许,而是挺身阻拦,防止给那些贫困、且认为战争比僭主统治更难承受的人们提供发生变革的契机和借口。