Humanitext Reader

普鲁塔克 · 普布利科拉传 §1.1-1.5

瓦莱里乌斯的家世与参与推翻王政

第 1 段,共 23 段 · 希腊语

内容简介

讲述了与梭伦相比拟的波普利科拉(瓦莱里乌斯)的出身背景,以及在罗马驱逐君王、向共和政体过渡的初期,他的活动及未能当选首任共同执政官的过程。

§1.1τοιούτῳ δὴ γενομένῳ τῷ Σόλωνι τὸν Ποπλικόλαν παραβάλλομεν, ᾧ τοῦτο μὲν ὕστερον ὁ Ῥωμαίων δῆμος ἐξεῦρεν ἐπὶ τιμῇ τοὔνομα, πρὸ τοῦ δὲ Πόπλιος Οὐαλλέριος ἐκαλεῖτο, Οὐαλλερίου δοκῶν ἀπόγονος εἶναι τῶν παλαιῶν ἀνδρὸς αἰτιωτάτου γενομένου Ῥωμαίους καὶ Σαβίνους ἐκ πολεμίων ἕνα γενέσθαι δῆμον·
与这样一位梭伦相比,我们把波普利科拉放在一起作比较。 罗马人民后来为了表示敬意,给其发明了这个名字,而在那之前,他被称为普布利乌斯·瓦莱里乌斯,他被认为是古代瓦莱里乌斯的后裔,而后者是使罗马人和萨宾人从敌对状态转变为同一民族的最大功臣。
ὁ γὰρ μάλιστα τοὺς βασιλεῖς εἰς ταὐτὸ πείσας συνελθεῖν καὶ διαλλάξας ἐκεῖνός ἐστι.
因为那位说服君王们聚集在同一处并促成和解的,主要是他。
§1.2τούτῳ δὴ κατὰ γένος προσήκων ὁ Οὐαλλέριος, ὥς φασι, βασιλευομένης μὲν ἔτι τῆς Ῥώμης ἐπιφανὴς ἦν διὰ λόγον καὶ πλοῦτον, ὧν τῷ μὲν ὀρθῶς καὶ μετὰ παρρησίας ἀεὶ χρώμενος ὑπὲρ τῶν δικαίων, ἀφʼ οὗ δὲ τοῖς δεομένοις ἐλευθερίως καὶ φιλανθρώπως ἐπαρκῶν, δῆλος ἦν εὐθύς, εἰ γένοιτο δημοκρατία, πρωτεύσων.
据说,在罗马仍处于王政时期,这位在血统上与他相关的瓦莱里乌斯,便因言辞和财富而闻名,他总是为了正义而正确且坦率地使用前者,并慷慨且仁慈地用后者接济需要帮助的人。 因此显而易见,一旦实现民主,他将成为首领。
§1.3ἐπεὶ δὲ Ταρκύνιον Σούπερβον οὔτε λαβόντα τὴν ἀρχήν καλῶς, ἀλλʼ ἀνοσίως καὶ παρανόμως, οὔτε χρώμενον αὐτῇ βασιλικῶς, ἀλλʼ ὑβρίζοντα καὶ τυραννοῦντα, μισῶν ὁ δῆμος καὶ βαρυνόμενος, ἀρχήν ἀποστάσεως ἔλαβε τὸ Λουκρητίας πάθος αὑτὴν ἐπὶ τῷ βιασθῆναι διεργασαμένης, καὶ Λεύκιος Βροῦτος ἁπτόμενος τῶν πραγμάτων τῆς μεταβολῆς ἐπὶ πρῶτον ἦλθε τὸν Οὐαλλέριον καὶ χρησάμενος αὐτῷ προθυμοτάτῳ συνεξέβαλε τοὺς βασιλεῖς,
但是,由于人民憎恨并厌倦了塔克文·苏培布斯——他不仅并非以得当的方式、而是以不虔敬且违法的方式夺取政权,也并非像国王那样、而是以傲慢且专制的方式行使政权——当卢克丽霞因遭受凌辱而自尽的悲剧成为起义的导火索时,卢修斯·布鲁图斯着手改变政局,他首先找到了瓦莱里乌斯,并得到了他最热忱的协助,一同驱逐了君王们。
§1.4μέχρι μὲν ἐπίδοξος ἦν ὁ δῆμος ἕνα χειροτονήσειν ἀντὶ τοῦ βασιλέως στρατηγόν, ἡσυχίαν ἦγεν ὁ Οὐαλλέριος, ὡς τῷ Βρούτῳ μᾶλλον ἄρχειν προσῆκον ἡγεμόνι τῆς ἐλευθερίας γεγενημένῳ·
只要人民还有望选出一人代替国王担任将军,瓦莱里乌斯就保持沉默,认为由作为自由倡导者的布鲁图斯来统治更为合适。
δυσχεραινομένου δὲ τοῦ τῆς μοναρχίας ὀνόματος, καὶ δοκοῦντος ἂν ἀλυπότερον τοῦ δήμου μερισθεῖσαν ὑπομεῖναι τὴν ἀρχήν καὶ δύο προβαλλομένου καὶ καλοῦντος, ἐλπίζων μετὰ τὸν Βροῦτον αἱρεθήσεσθαι καὶ συνυπατεύσειν διήμαρτεν.
但是,当独裁制度之名受到厌恶,且在人民看来,接受分割后的政权似乎痛苦较少,并且他们推举并呼唤两人担任将军时,他期望自己能在布鲁图斯之后被选中并共同担任执政官,但他落空了。
§1.5ᾑρέθη γὰρ ἄκοντι τῷ Βρούτῳ συνάρχων ἀντὶ τοῦ Οὐαλλερίου Ταρκύνιος Κολλατῖνος, ὁ Λουκρητίας ἀνήρ, οὐδὲν ἀρετῇ Οὐαλλερίου διαφέρων, ἀλλʼ οἱ δυνατοί δεδιότες τοὺς βασιλεῖς ἔτι πολλὰ πειρῶντας ἔξωθεν καὶ μαλάσσοντας τὴν πόλιν, ἐβούλοντο τὸν ἐντονώτατον αὐτοῖς ἐχθρὸν ἔχειν στρατηγὸν ὡς οὐχ ὑφησόμενον.
因为,违背布鲁图斯的意愿,卢克丽霞的丈夫塔克文·科拉汀被选为共同执政官,替代了瓦莱里乌斯。 科拉汀在美德上并不比瓦莱里乌斯更优异,但权贵们因害怕君王们仍从外部进行多次尝试并企图分化城市,他们希望拥有一位对敌人最强硬、绝不妥协的将军。

词汇与语法注释

  1. §1.1τῶν παλαιῶν ἀνδρὸς αἰτιωτάτου γενομένου — τῶν παλαιῶν 是属格,意为“古人中的”。紧随其后的以 ἀνδρὸς 开始的短语与前文的属格 Οὐαλλέριου 构成同格关系。整句意为“古人之一、对……起最大作用的瓦莱里乌斯的”。
  2. §1.2ὧν τῷ μὲν ... ἀφʼ οὗ δὲ ... — 关系代名词 ὧν 指代前文的 λόγον καὶ πλοῦτον(言辞与财富)。τῷ μὲν 是中性单数与格(指代 λόγος),作为分词 χρώμενος(使用)的宾语。而 ἀφ' οὗ δὲ 则指代 πλοῦτος,表示来源或手段(“自其中/以此”),修饰分词 ἐπαρκῶν(接济)。
  3. §1.2δῆλος ἦν εὐθύς ... πρωτεύσων — 这是一个形容词 δῆλος 与将来分词 πρωτεύσων(将成为首领)结合的个人人称句式(personal construction)。字面意思是“他显而易见将成为首领”,在语义上等同于非人称句式(“……是显而易见的”)。
  4. §1.4ὡς τῷ Βρούτῳ μᾶλλον ἄρχειν προσῆκον — 这是一个对格绝对独立(accusative absolute)句式,由引导主观原因的连词 ὡς 接非人称动词 προσήκει(合宜)的中性单数对格分词 προσῆκον 构成。
  5. §1.4δοκοῦντος ἂν ἀλυπότερον τοῦ δήμου μερισθεῖσαν ὑπομεῖναι τὴν ἀρχήν — 这是属格绝对独立(genitive absolute)句式 δοκοῦντος ... τοῦ δήμου。语气小词 ἂν 作用于不定式 ὑπομεῖναι,表示一种潜在或虚拟的语气(相当于 ἂν ὑπομείνειε),意为“在看来人民(若分割政权)将较少痛苦地忍受它”。

引用这一段

普鲁塔克, 普布利科拉传 §1.1-1.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg008.humanitext-grc2:1.1-1.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。